Thesauros Literature medicine Προγνωστικόν

Προγνωστικόν

Προγνωστικόν Hippocrates
16 ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, ἢ εἴ ποτε αὐτὸν ῤῖγος ἔλαβε, καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεεν· ταῦτα γὰρ ἐν ἀρχῆσι γίγνεται τῶν ἐμπυημάτων. ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῤῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους. εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρεφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοισι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ· καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτέῳ δοκέει βαρὺ ἀποκρέμασθαι ἐκ τοῦ ἄνωθεν. εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα, ἐπὶ ὁκοῖον ἂν πλευρὸν τὸ βάρος γίγνηται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme