Thesauros Literature medicine Προγνωστικόν

Προγνωστικόν

Προγνωστικόν Hippocrates
7 ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν, καὶ ἐπὶ δεξιὰ καὶ ἐπʼ ἀριστερά. φλεγμαῖνον δὲ, ἢ ὀδύνην παρέχον, ἢ ἐντεταμένον, ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή. εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει, ἢ παραφροσύνην· ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν τῶν τοιουτέων· ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς. οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρʼ ἅπαν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ καὶ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπʼ ἀριστερά. σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν θάνατον ὀλιγοχρόνιον ἔσεσθαι· ἢν δὲ ὑπερβάλλη εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται. γίγνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῤῆξις ἐκ τῶν ῤινῶν, καὶ κάρτα ὠφελέει· ἀλλʼ ἐπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν, ἢ ἀμβλυωπέουσιν· ἢν γάρ τι τοιοῦτον εἴη, ἐνταῦθα ἂν ῤέποι. μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τὴν τοῦ αἵματος ῤῆξιν προσδέχεσθαι χρή. τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται, καὶ ἧσσον ἐκείνων δεινότερά ἐστιν. εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει· καὶ τοῦτο, καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τωὐτό. ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλα, σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου· ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων. τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἐπιπύησιν τρέπεται· αἵματος δὲ ῤῆξιν ἐκ τῶν ἄνω τόπων μάλιστα προσδέχεσθαι. ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας. τὰ δὲ διαπυήματα ὧδε δεῖ σκέπτεσθαι τὰ ἐντεῦθεν· ὁκόσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστι, μικρά τε ἐόντα, καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω, καὶ ἐς ὀξὺ ἀποκυρτούμενα· τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα, καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα, κάκιστα· ὁσα δὲ ἔσω ῤήγνυται, ἄριστά ἐστιν, ἃ μηδὲν τῷ ἔξω χωρίῳ ἐπικοινωνέει, ἀλλʼ ἔστι προσεσταλμένα τε καὶ ἀνώδυνα· καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται. τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες· τὸ δὲ ἐναντίον τουτέου κάκιστον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme