Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 1

14 ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμορραγήσαι, διὰ τούτου μάλιστα σῴζεσθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμορραγήσαι, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. Φιλίσκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν· ἀπέθανον. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπερρίγουν καὶ μάλιστα οἷσι μὴ αἱμορραγήσαι. ἐπερρίγουν δὲ καὶ οὗτοι καὶ ἐφίδρουν.
15 χϝ. ἔστι δὲ οἷσιν ἴκτεροι ἑκταίοις, ἀλλὰ τούτοις ἢ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλει ἢ δαψιλὴς αἱμορραγίη, οἷον Ἡρακλείδῃ, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει. καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμορράγησε καὶ ἡ κοιλίη ἐπεταράχθη, καὶ κατὰ κύστιν ἐκαθήρατο· ἐκρίθη εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τούτων ἐγένετο· ἀπέθανεν. ᾑμορράγει δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ μειρακίοισι καὶ ἀκμάζουσι, καὶ ἔθνῃσκον πλεῖστοι τούτων, οἷσι μὴ αἱμορραγήσαι. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους ἢ κοιλίαι ταραχώδεες, οἷον Βίωνι τῷ παρὰ Σιληνὸν κατακειμένῳ. ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος, καί τισι καὶ τῶν διανοσησάντων, οἷσι καὶ αἱμορραγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν, οἷον τῷ Ἐράτωνος παιδὶ καὶ Μύλλῳ πολλῆς αἱμορραγίης γενομένης ἐς δυσεντεριώδεα κατέστη· περιεγένοντο.
15 πολὺς μὲν οὖν μάλιστα οὗτος ὁ χυμὸς ἐπε πόλασεν, ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμορράγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη – τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ ἐς ἄκρον ἰσχίον – ἀλγήματος μετὰ κρίσιν γενομένου καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμορραγεῖν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστήν, καὶ ἐγένοντο ἐς αἱμορραγίην ἀποστάσιες· Ἀντιφῶντι Κριτοβούλου ἀπεπαύσατο καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme