Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 1

18 χϝΙΙΙ. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν οἱ καῦσοι, ἀτὰρ καὶ οἱ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγένοντο καὶ ἔθνῃσκον τούτων οἱ πλεῖστοι. ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξύς, σμικρὰ ἐπερρίγουν, ἄγρυπνοι, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφίδρουν περὶ μέτωπον καὶ κληῖδας, οὐδεὶς διʼ ὅλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισιν τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος καὶ ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνοντο, ἀλλὰ πελιδνὰ καὶ ψυχρά, οὐδʼ ἐδίψων ἔτι ἐπὶ τούτοισιν· οὖρα τούτοις ὀλίγα, μέλανα, λεπτὰ καὶ κοιλίαι ἐφίσταντο· οὐδʼ ᾑμορράγησεν ἐκ ῥινῶν οὐδενί, οἷσι ταῦτα συμπίπτοι, ἀλλʼ ἢ σμικρὰ ἔσταξεν· οὐδʼ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλʼ ἑκταῖοι ἀπέθνῃσκον σὺν ἱδρῶτι. τοῖσι δὲ φρενιτικοῖσι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα πάντα, ἔκρινε δὲ τούτοισιν ὡς ἐπὶ τὸ πολὺ ἑνδεκαταίοισιν· ἔστι δʼ οἷσι καὶ εἰκοσταίοισι, οἷσιν οὐκ εὐθὺς ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο ἢ περὶ τρίτην ἢ τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ νόσημα μετέπεσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme