Book 1
19
χΙχ. πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνῃσκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοί, ὀργίλοι. καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνῃσκον. ἐν δὲ ταύτῃ τῇ καταστάσει ἐπὶ σημείων μάλιστα τεσσάρων διεσῴζοντο· οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς αἱμορ ραγήσαι ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν καὶ καλὴν ὑπόστασιν ἔχοντα ἔλθοι ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεσιν ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο. πολλοῖσι δὲ συνέπιπτε μὴ ἐφʼ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι καὶ δοκεῖν μὲν ἔχειν ὀχληροτέρως· διεσῴζοντο δὲ πάντες, οἷσι ταῦτα συμπίπτοι. γυναιξὶ δὲ καὶ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα, ᾗσι δὲ ἢ τούτων τι καλῶς γένοιτο ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τούτων ἐσῴζοντο καὶ ἔκρινε, καὶ οὐδεμίαν οἶδα ἀπολομένην, ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ θυγάτηρ, ἐκ ῥινῶν λάβρον ἐρρύη, ἑβδομαίη ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως· ἀπέθανεν.
19
οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσιν δάκρυα παραρρεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμορραγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον σημαίνει.