Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 1

23 χχΙΙΙ. τὰ δὲ περὶ τὰ νοσήματα, ἐξ ὧν διεγινώσκομεν, μαθόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντος – ἐπὶ τὸ ῥᾷονγὰρ καὶ χαλεπώτερον ἐκ τούτων – , ἐκ τῆς καταστάσιος ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης, ἐκ τοῦ ἔθεος, ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, τρόποισι, σιγῇ, δια νοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισι, οἵοισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δάκρυσιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισιν, πτυάλοισιν, ἐμέτοισι, καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἱδρώς, ῥῖγος, ψύξις, βήξ, πταρμοί, λυγμοί, πνεύματα, ἐρεύξιες, φῦσαι, σιγῶσαι, ψοφώδεες, αἱμορραγίαι, αἱμορροΐδες. ἐκ τούτων καὶ ὅσα διὰ τούτων σκεπτέον.
24 χχΙϝ. πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δʼ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ συνεχεῖ πυρετῷ. ἀσφαλέστατος δὲ πάντων καὶ ῥήϊστος καὶ μακρότατος πάντων ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἐφʼ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται. ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ συμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίνεσθαι, καὶ ἔστι τῶν λοιπῶν οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες καὶ ὅσοι ἄλλα μακρότερα νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσι. νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ. ἡμερινὸς μακρότερος· ἔστι δʼ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες. ἑβδομαῖος μακρός, οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος, οὐ θανατώδης. τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ οὐ θανατώδης. ὁ δὲ πεμπταῖος πάντων μὲν κάκιστος· καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγινόμενος κτείνει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme