Book 1
25
χχϝ. εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων ἑκάστου τῶν πυρετῶν. αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει λεπτύνεται· ἔστι δʼ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθʼ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψεν· ἔστι δʼ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησι μέχρι κρίσιος καὶ περὶ κρίσιν. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος. δεῖ δὲ καὶ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων προσφέρειν. πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ καὶ γεγράψεται. πρὸς ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι, τίνι τούτων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι προσαρτέον ἢ οὒ καὶ πότε καὶ πόσον καὶ τί τὸ προσφερόμενον ἔσται.
26
χχϝΙ. τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσιν· ὧν δὲ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν. ἔστι δὲ πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρινόντων τετάρτη, ἕκτη, ὀγδόη, δεκάτη, τεσσαρεσκαιδεκάτη, εἰκοστή, τετάρτη καὶ εἰκοστή, τριακοστή, τεσσαρακοστή, ἑξηκοστή, ὀγδοηκοστή, εἰκοστὴ καὶ ἑκατοστή· τῶν δʼ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη, τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη. εἰδέναι δὲ χρὴ ἔτι, ἢν ἄλλως κριθῇ ἔξω τῶν ὑπογεγραμμένων, ἐσομένας ὑποστροφάς· γένοιτο δὲ ἂν καὶ ὀλέθρια. δεῖ δὴ προσέχειν τὸν νόον καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι τὰς κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ τὸ χεῖρον. πλάνητες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον.
ἄρρωστοι τεσσαρεσκαίδεκα