Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 1

3 γ′. Ἡροφῶντι πυρετὸς ὀξύς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατʼ ἀρχάς, μετὰ δὲ λεπτὰ διῄει χολώδεα, ὑπόσυχνα· ὕπνοι οὐκ ἐνῆσαν, οὖρα μέλανα λεπτά. πέμπτῃ πρωὶ κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπήρθη, ὑποχονδρίου σύντασις, ἀπὸ κοιλίης ὀλίγα διῆλθε μέλανα, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρώς, ψύξις, παράληρος παρέμενεν. ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε. νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεσσεν, σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησεν τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατʼ ἴξιν, ἔπειτα δὲ πόνοι ἐς ἀμφοτέρας κνήμας. νύκτα εὐφόρως, οὖρα εὐχροώτερα, ὑπόστασιν εἶχε σμικρήν. ἐνάτῃ ἵδρωσεν, ἐκρίθη, διέλιπεν. πέμπτῃ ὑπέστρεψεν. αὐτίκα δὲ σπλὴν ἐπήρθη, πυρετὸς ὀξύς, κώφωσις πάλιν· μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπωδύνως· νύκτα ἵδρωσεν. ἐκρίθη περὶ ἑπτακαιδεκάτην· οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme