Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 1

6 σ′. Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγει δὲ κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερόν, καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμενοι ἄλλοτʼ ἀλλοίως, ἀτάκτως· ἱδρῶτες ὅτε μέν, ὅτε δʼ οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοις μάλιστα. περὶ δὲ εἰκοστὴν τετάρτην χεῖρας ἄκρας ἐπόνησεν, ἤμεσε χολώδεα ξανθά, ὑπόσυχνα, μετʼ ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. περὶ δὲ τριακοστὴν ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμορραγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατʼ ὀλίγον μέχρι κρίσιος· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδʼ ἄγρυπνος· οὖρα δὲ λεπτά, οὐκ ἄχρω. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη. μετὰ δὲ ποικίλως τὰ τῶν οὔρων· ὅτε μὲν ὑπόστασιν εἶχεν, ὅτε δʼ οὔ. ἑξηκοστῇ οὔροισιν ὑπόστασις πολλὴ καὶ λευκὴ καὶ λείη, συνέδωκε πάντα, πυρετοὶ διελιπον, οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχρω δέ. ἑβδομηκοστῇ πυρετός, διέλειπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν· ἵδρωσεν πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρή, λείη. τελέως ἐκρίθη.
7 ζ′. Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον ἀπὸ κοιλίης καλῶς διῆλθε. τρίτῃ κεφαλῆς βάρος, διαχωρήματα λεπτά, χολώδεα, ὑπέρυθρα. τετάρτῃ πάντα παρωξύνθη, ἐρρύη ἀπὸ δεξιοῦ δὶς κατʼ ὀλίγον. νύκτα δυσφόρως, διαχωρήματα ὅμοια τῇ τρίτῃ, οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐόν, διεσπασμένον· οὐχ ἱδρύετο. πέμπτῃ ἐρρύη λάβρον ἐξ ἀριστεροῦ ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ κρίσιν ἄγρυπνος, παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλʼ ᾑμορράγει πολλάκις μετὰ κρίσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme