Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 1

10 ι′. τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβε. ἤλγει δὲ κεφαλήν, τράχηλον, ὀσφῦν ἐξ ἀρχῆς, αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετʼ ὄγκου οὐ λίην, σύντασις, γλῶσσα ξηρή. τετάρτῃ ἐς νύκτα παρεφρόνει. πέμπτῃ ἐπιπόνως. ἕκτῃ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ συνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπʼ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτης λεπτά, πολλά, ὑδατόχολα διῄει· εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν. ἔπειτα κοιλίη ἐπέστη. οὖρα διὰ τέλεος λεπτὰ μέν, εὔχρω δέ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον· οὐχ ἱδρύετο. περὶ δὲ ἕκτην καὶ δεκάτην οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ πάλιν λεπτά, παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη σὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, σκέλεα ἐπωδύνως εἶχεν. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτε ἐξεπύει, ἤλγει δέ. περὶ πρώτην καὶ τριηκοστὴν διάρροια πολλοῖσιν ὑδατώδεσιν μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. τεσσαρακοστῇ ὀφθαλμὸν δεξιὸν ἤλγει, ἀμβλύτερον ἑώρα· κατέστη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme