Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 1

11 ια′. τὴν Δρομεάδεω γυναῖκα θυγατέρα τεκοῦσαν καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν· πυρετὸς ὀξύς. ἤρξατο δὲ πονεῖν τῇ πρώτῃ περὶ ὑποχόνδριον· ἀσώδης, φρικώδης, ἀλύουσα καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε. πνεῦμα ἀραιόν, μέγα, αὐτίκα ἀνεσπασμένον. δευτέρῃ ἀφʼ ἧς ἐρρίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκά, θολερά, οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολύν· οὐ καθίστατο. νύκτα οὐκ ἐκοιμήθη. τρίτῃ περὶ μέσον ἡμέρης ἐπερρίγωσε, πυρετὸς ὀξύς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη· ἵδρωσε διʼ ὅλου ψυχρῷ, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τετάρτῃ περὶ ὑπο χόνδριον σμικρὰ ἐκουφίσθη, κεφαλῆς δὲ βάρος μετʼ ὀδύνης· ὑπεκαρώθη· σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε· γλῶσσα ἐπίξηρος· διψώδης· οὖρα σμικρὰ λεπτὰ ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδέν, περὶ δὲ μέσον ἡμέρης πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει· ἀνισταμένη ὑπεκαρώθη, ψύξις σμικρά, νυκτὸς ἐκοιμήθη, παρέκρουσεν. ἕκτῃ πρωὶ ἐπερρίγωσεν, ταχὺ διεθερμάνθη, ἵδρωσε διʼ ὅλου· ἄκρεα ψυχρά, παρέκρουσεν, πνεῦμα μέγα, ἀραιόν· μετʼ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme