Book 1
8
χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως καὶ ἀκρίτως τὰ πλεῖστα τούτων διετέλει γινόμενα καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ γάρ τινας αὐτῶν καὶ διαλίποι σμικρά, ταχὺ πάλιν ὑπέστρεφεν. ἔστι δʼ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοστὴν ἐοῦσι, καὶ τούτων ἐνίοις ὑπέστρεφεν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτῶν ἔτι νοσεῖν. τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπεν. ὁμοίως δὲ ταῦτα συνέπιπτεν τοῖς περιγινομένοισιν καὶ τοῖσιν οὔ. πολλῆς δέ τινος γινομένης ἀκρισίης καὶ ποικιλίης ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου τοῖσι πλείστοισιν ἀποσίτοις εἶναι πάντων γευμάτων, μάλιστα δὲ τούτων, οἷσι καὶ τἄλλα ὀλεθρίως ἔχοι, διψώδεες οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τούτοισι. γενομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς συντήξιος, ἐπὶ τούτοισιν ἀποστάσιες ἐγίνοντο ἢ μέζους, ὥστε ὑποφέρειν μὴ δύνασθαι, ἢ μείους, ὥστε μηδὲν ὠφελεῖν, ἀλλὰ ταχὺ παλινδρομεῖν καὶ συνεπείγειν ἐπὶ τὸ κάκιον.
9
ἦν δὲ τούτοισι τὰ γινόμενα δυσεντεριώδεα καὶ τεινεσμοί, καὶ λειεντερικοὶ καὶ ῥοώδεες. ἔστι δʼ οἷσι καὶ ὕδρωπες μετὰ τούτων καὶ ἄνευ τούτων. ὅ τι δὲ παραγένοιτο τούτων βιαίως ταχὺ συνῄρει, ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελεῖν. ἐξανθήματα σμικρὰ καὶ οὐκ ἀξίως τῆς περιβολῆς τῶν νοσημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα οἰδήματα μωλυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα, ἔστι δʼ οἷς ἐς ἄρθρα, μάλιστα δὲ κατὰ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολείποντα καὶ ταχὺ πάλιν ἐπικρατεύμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν.