Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 1

12 τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρεα μετʼ ὀδύνης ἄνευ πυρετῶν καὶ ἐν πυρετοῖσι· φρενιτικοῖσι μὲν σπασμοί, καὶ ἰώδεα ἐπανεμεῦσιν, ἔνιοι ταχυθάνατοι τούτων. ἐν καύσοισι δὲ καὶ τοῖς ἄλλοις πυρετοῖς, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας καὶ ὑποχονδρίου σύντασις οὐ μετʼ ὀδύνης γίνεται, τούτοισιν αἱμορραγεῖ διὰ ῥινῶν· οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσιν χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ ὅσοις ἤδη τὸ θερμὸν κρατεῖται, παραπληγικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν.

κατάστασις τρίτη

13 χΙΙΙ. ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπʼ ἀρκτούρου ὕδατα πολλὰ μεγάλα ἐν βορείοις. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια ὕσματα ὀλίγα. χειμὼν βόρειος, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνες. περὶ δὲ ἰσημερίην χειμῶνες μέγιστοι. ἔαρ βόρειον, αὐχμοί, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασε. μετὰ δὲ κύνα μέχρι ἀρκτούρου θέρος θερμόν· καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτησίαι ἔπνευσαν. περὶ ἀρκτοῦρον ὕσματα νότια μέχρι ἰσημερίης.
14 χΙϝ. ἐν τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίνοντο, καὶ τινὲς αὐτῶν ἔθνῃσκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νόσημα ἐπίδημον ἦν· τὰ δὲ ἄλλα διετέλεον ἄνοσοι. πρωϊ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καὶ διετέλεον μέχρι ἰσημερίης καὶ πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσῴζοντο, ὀλίγοι δέ τινες ἔθνῃσκον. ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γενομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπωλλυντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme