Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 3

8 τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε. πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι, καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων. λειεντερικοὶ πολλοί. δυσεντεριώδεες, οὐδʼ οὗτοι λίην ἐπιπόνως. τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα· πολλοῖσι μὲν αὐτὸ τὸ νόσημα ἐς τοῦτο κατέσκηψεν ἄνευ τε πυρετῶν καὶ ἐν πυρετοῖσι. μετὰ πόνων στρόφοι καὶ ἀνειλήσιες κακοήθεες. διέξοδοί τε τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων. τὰ δὲ διεξιόντα πόνους οὐ λύοντα τοῖσι τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, ἔστι δʼ οἷσι καὶ μακρότερα διῆγεν. ὡς δʼ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ οἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃσκον μάλιστα. πάντας γὰρ κοιλίη συναπήνεγκεν.
9 ἀπόσιτοι δʼ ἐγένοντο πάντες μὲν καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δὲ οἳ καὶ ὀλεθρίως ἔχοιεν. διψώδεες οἱ μέν, οἱ δʼ οὔ· τῶν ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλʼ ἦν κατὰ ποτὸν διαιτᾶν ὡς ἤθελες.
10 οὖρα δὲ πολλὰ μὲν τὰ διεξιόντα ἦν, οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα. πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμοὺς οὔτε καθάρσιας χρηστὰς εἶχεν. ἐσήμαινεν δὲ τοῖσι πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ ἀκρισίας.
11 κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν, ἀτὰρ καὶ ἐπὶ τοῖς ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅ τι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme