Book 3
5
ε′. ἐν Λαρίσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν ἐξαίφνης· τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξύς, καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρῃ τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν, ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρά, οὔρων πλῆθος διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς βληστρισμός. τετάρτῃ περὶ μέσον ἡμέρης ἔθανεν.
6
ς′.. ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξύς, συνεχὴς μετὰ πονου, πολλὴ δίψα, ἄση, ποτὸν κατέχειν οὐκ ἠδύνατο· ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ πρώτῃ ᾑμορράγησεν ἐξ ἀριστεροῦ· πολὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν· οὔρησε πολὺ θολερόν, λευκόν· κείμενον οὐ καθίστατο. δευτέρῃ πάντα παρωξύνθη· τὰ μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον· καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη, οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα, νύκτα διʼ ἡσυχίης. τετάρτῃ περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ διʼ ὅλου, ἄπυρος, ἐκρίθη, οὐχ ὑπέστρεψεν.
7
ζ′. ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱρῆς ὁδοῦ, πυρετὸς καυσώδης ἔλαβεν· ἦν δὲ διψώδης καὶ ἄγρυπνος. κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ ἄση πολλή, ἔρευθος, φρικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ τῶν αὐτῶν, οὖρα λεπτὰ μέν, εὔχρω δέ, τὰ περὶ τὴν κοιλίην οὐκ ἠνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξύς, ἄγρυπνος, ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ διὰ τῶν αὐτῶν· καὶ τὰς ἑπομένας οὕτως· ἡ κώφωσις παρέμενε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα, ὁ πυρετὸς συνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ ῥινῶν ἐρρύη πολύ, ἡ κώφωσις σμικρὰ συνέδωκε. καὶ τὰς ἑπομένας ἄση, κωφότης· ἐνῆν καὶ παράληρος. εἰκοστῇ ποδῶν ὀδύνη· κωφότης, παράληρος ἀπέλιπεν, ᾑμορράγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψε, κώφωσις πάλιν, ποδῶν ὀδύνη παρέμεινεν, παρακοπή. εἰκοστῇ ἑβδόμῃ ἵδρωσε πολλῷ, ἄπυρος, ἡ κώφωσις ἐξέλιπεν, ἡ τῶν ποδῶν ὑπέμενεν ὀδύνη, τὰ δʼ ἄλλα τελέως ἐκρίθη.