Book 3
3
γ′.ὁ κατακείμενος ἐν τῷ Δελεάρκεος κήπῳ κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίθη. δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη· ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν, οὖρα λεπτὰ ποικίλα, ἐναιωρήματα ἔχοντα κατὰ σμικρὰ οἷον κρίμνα, γονοειδέα. τρίτῃ πυρετὸς ὀξύς, διαχωρήματα μέλανα, λεπτά, ἔπαφρα, ὑπόστασις πελιδνὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροις ὑπόστασις πελιδνή, ὑπόγλισχρος. τετάρτῃ ἤμεσε χολώδεα ξανθὰ ὀλίγα, διαλιπὼν ὀλίγον ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδας, σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατʼ ἴξιν, ὑποχονδρίου δεξιοῦ σύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε σμικρά. πέμπτῃ δια χωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλαινα διαχωρήμασι, νύκτα οὐχ ὕπνωσε, παρέκρουσεν. ἕκτῃ διαχωρήματα μέλανα, λιπαρά, γλίσχρα, δυσώδεα, ὕπνωσε, κατενόει μᾶλλον. ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτά, οὐκ εὔχρω. ὀγδόῃ διαχωρήματα μέλανα ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίην. ἐνάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος. δεκάτῃ περὶ τὰ αὐτά. ἑνδεκάτῃ κατενόει πάντα, ἄπυρος, ὑπνωσεν, οὖρα λεπτὰ περὶ κρίσιν. δύο διέλιπεν ἄπυρος, ὑπέστρεψεν τεσσαρες καιδεκάτῃ, αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. πεντεκαιδεκάτῃ οὖρον θολερόν, οἶον ἐκ τῶν καθεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξύς, πάντα παρέκρουσεν, οὐκ ἐκοιμήθη, γούνατα καὶ κνήμας ἐπώδυνα εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ μέλανα κόπρανα διῆλθεν. ἑξκαιδεκάτῃ οὖρα λεπτά, εἶχεν ἐναιώρημα ἐπινέφελον, παρέκρουσεν. ἑπτακαιδεκάτῃ πρωϊ ἄκρεα ψυχρά, περιεστέλλετο, πυρετὸς ὀξύς, ἵδρωσε διʼ ὅλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἤμεσε χολώδεα, ξανθά, ὀλίγα, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετʼ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτά, οὐκ εὔχρω. ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης. ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν. εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος, οὐκ ἐδίψη, οὖρα δὲ λεπτά. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑπο χονδρίου πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ τετάρτῃ οὔροισιν ὑπόστασις, κατενόει πάντα. εἰκοστῇ ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, τὰ δʼ ἄλλα ἔσχεν ἐπιεικέστατα, οὔροισιν ὑπόστασις. περὶ δὲ εἰκοστὴν ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ διεχώρησε φλεγματώδεα, λευκά, ὑπόσυχνα, ἵδρωσε πολλῷ διʼ ὅλου, τελέως ἐκρίθη.