Book 3
14
ιδ′. ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμας καὶ δυστοκησάσῃ καὶ οὐ πάνυ καθαρθείσῃ τῇ πρώτῃ πυρετὸς φρικώδης ὀξύς, κεφαλῆς καὶ τραχήλου βάρος μετʼ ὀδύνης· ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη· οὖρα λεπτὰ καὶ ἄχρω· διψώδης, ἀσώδης τὸ πολύ, κοιλίη πεπλανημένως ταραχώδης καὶ πάλιν συνισταμένη. ἕκτῃ ἐς νύκτα πολλὰ παρέλεγε, οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη καὶ πάλιν κατενόει· οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα ἐλαιώδεα· κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσι. τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοί, ἄκρεα ψυχρά, οὐδὲν ἔτι κατενόει, οὖρα ἐπέστη. ἑξκαιδεκάτῃ ἄφωνος· ἑπτακαιδεκάτῃ ἀπέθανε.
15
ιε′. ἐν Θάσῳ Δελεάρκεος γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς ἐκ λύπης ἔλαβεν. ἐξ ἀρχῆς δὲ περιεστέλλετο καὶ διὰ τέλεος αἰεὶ σιγῶσα ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο· ἀπὸ κοιλίης ἐρεθισμῷ οὐδὲν διῄει· σμικρὰ ὑπομιμνῃσκόντων ἔπινεν· οὖρα λεπτὰ σμικρά· πυρετοὶ πρὸς χεῖρα λεπτοί· ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε καὶ πάλιν ἱδρύνθη· σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιόν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ ἀπὸ κοιλίης ἐρεθισμῷ ταραχώδεα, ἔπειτα δὲ αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲν συνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη· ἄφωνος, βραχύπνοος. εἰκοστῇ πρώτῃ ἀπέθανε. ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα· ἀναισθήτως πάντων εἶχεν· αἰεὶ περιεστέλλετο· ἢ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος.