Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 3

4 πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοις ἐφʼ ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖσι περὶ ἑξήκοντα ἔτεα καὶ περὶ κεφαλήν, εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν θεραπείῃ ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο, καὶ τὸ ἐρυσίπελας πολὺ ταχὺ πάντοθεν ἐπενέμετο. τοῖσι μὲν οὖν πλείστοισιν αὐτῶν ἀποστάσιες ἐς ἐμπυήματα συνέπιπτον· σαρκῶν καὶ νεύρων καὶ ὀστέων ἐκπτώσιες μεγάλαι. ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον. οἷσι μὲν οὖν περὶ κεφαλὴν τούτων τι συμπίπτοι γίνεσθαι, μάδησίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώσιες καὶ πολλὰ ῥεύματα. ἐν πυρετοῖσί τε ταῦτα καὶ ἄνευ πυρετῶν. ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ ἐς ἐμπύημα ἤ τινα τοιοῦτον ἀφίκοιτο πεπασμόν, οἱ πλεῖστοι τούτων ἐσῴζοντο. οἷσι δʼ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δὲ ἀπόστασιν μηδεμίαν ποιήσαιτο, τούτων ἀπώλλυντο πολλοί. ὁμοίως δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ σώματος πλανηθείη, συνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ βραχίων καὶ πῆχυς ὅλος περιερρύη. οἷσι δʼ ἐπὶ τὰ πλευρά, ταῦτα ἐκακοῦτο ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν. οἷσι δʼ ὅλος ὁ μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτων, ὅτε περὶ ἥβην καὶ αἰδοῖα γενοίατο. τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα. πολλοῖσι δὲ ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετοῖσι συνέπιπτεν. ἦν δὲ καὶ τούτων, ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι, οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. πολὺ μὲν οὖν πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος. παρείπετο δὲ καὶ διὰ τοῦ θέρεος καὶ ὑπὸ φθινόπωρον.
5 πολλὴ δὲ ταραχή τισι καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρʼ ὀδόντας ἀποστήματα. φωναί τε πολλοῖσιν ἐπεσήμαινον κακούμεναι καὶ κατίλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme