Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 3

6 ἤρξαντο μὲν οὖν οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρωὶ τοῦ ἦρος μετὰ τὰ γενόμενα ψύχεα, καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν· ὀξέα δὲ τούτοισι καὶ θανατώδεα συνέπιπτεν. ἦν δὲ ἡ κατάστασις τῶν γενομένων καύσων ὧδε· ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξύς, οὐ διψώδεες λίην, οὐ παράληροι, ἀπὸ ῥινῶν ἔσταξε σμικρόν. οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι, περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη. ἄκρεά τε τούτοισιν αἰεὶ μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν, πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα· πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόεον καὶ διελέγοντο. κατεῖχε δὲ ἢ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι. κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πολλοῖσιν· οὖρά τε πολλὰ λεπτὰ κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα· οὐδὲ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐφαίνετο· οὔτε γὰρ ᾑμορράγει καλῶς οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος. ἔθνῃσκόν τε ἕκαστος ὡς τύχοι, πεπλανημένως τὰ πολλά, περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶντες πολλοί. τοῖσι μὲν ὀλεθρίως ἔχουσι συνέπιπτε ταῦτα· παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν. ἄδιψοι δὲ πάνυ οὗτοι ἦσαν, οὐδʼ ἐξεμάνη τῶν φρενιτικῶν οὐδείς, ὥσπερ ἐπʼ ἄλλοισιν, ἀλλʼ ἄλλῃ τινὶ καταφορῇ νωθρῇ καρηβαρέες ἀπώλλυντο.
7 ἦσαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται. στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα. ῥεύματα περὶ αἰδοῖα πολλά, ἑλκώματα, φύματα ἔξωθεν, ἔσωθεν· τὰ περὶ βουβῶνας. ὀφθαλμίαι ὑγραί, μακροχρόνιοι μετὰ πόνων. ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντα τὰς ὄψιας, ἃ σῦκα ἐπονομάζουσιν. ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισιν. ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σὴψ καλεῖται. ἐκθύματα μεγάλα. ἕρπητες πολλοῖσι μεγάλοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme