Thesauros Literature medicine Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων Hippocrates
12 ὅταν δὲ τύχῃ ψιλωθὲν τὸ ὀστέον τῆς σαρκὸς ὑπὸ τοῦ βέλεος, καὶ τύχῃ κατʼ αὐτὰς τὰς ῤαφὰς γενόμενον τὸ ἕλκος, χαλεπὸν γίγνεται καὶ τὴν ἕδρην τοῦ βέλεος φράσασθαι τὴν ἐν τῷ ἄλλῳ ὀστέῳ φανερὴν γιγνομένην, εἴτʼ ἔνεστιν ἐν τῷ ὀστέῳ, εἴτε μὴ ἔνεστιν, καὶ ἢν τύχῃ γενομένη ἡ ἕδρη ἐν αὐτέῃσι τῇσι ῤαφῇσιν. Ξυγκλέπτεται γὰρ αὐτὴ ἡ ῤαφὴ τρηχυτέρη ἐοῦσα τοῦ ἄλλου ὀστέου, καὶ οὐ διάδηλον ὅ τι τε αὐτοῦ ῤαφή ἐιν, καὶ ὅ τι τοῦ βέλεος ἕδρη, ἢν μὴ κάρτα μεγάλη γένηται ἡ ἕδρη. προσγίνεται δὲ καὶ ῤῆξις τῇ ἕδρῃ ὡς ἐπὶ τὸ πουλὺ, τῇ ἐν τῇσι ῤαφῇσι γιγνομένῃ, καὶ γίνεται καὶ αὐτὴ ἡ ῤήξις χαλεπωτέρη φράσασθαι, ἐῤῥωγότος τοῦ ὀστέου, διὰ τοῦτο, ὅτι κατʼ αὐτὴν τὴν ῤαφὴν ἡ ῤῆξις γίνεται ἢν ῤηγνύηται, ὡς ἐπὶ τὸ πουλύ. ἕτοιμον γὰρ ταύτῃ ῤήγνυσθαι τὸ ὀστέον καὶ διαχαλᾷν, διὰ τὴν ἀσθένείην τῆς φύσιος τοῦ ὀστέου ταύτῃ καὶ διὰ τὴν ἀραιότητα, καὶ δὴ ἅτε τῆς ῤαφῆς ἑτοίμης ἐούσης ῤήγνυσθαι καὶ διαχαλᾷν· τὰ δʼ ἄλλα ὀστέα, τὰ περιέχοντα τὴν ῤαφὴν, μένει ἀῤῥαγέα, ὅτι ἰσχυρότερά ἐστι τῆς ῤαφῆς. ἡ δὲ ῤῆξις ἡ κατὰ τὴν ῤαφὴν γινομένη καὶ διαχάλασίς ἐστι τῆς ῤαφῆς, καὶ φράσασθαι οὐκ εὐμαρὴς, οὔτε ἢν ὑπὸ ἕδρης τοῦ βέλεος γενομένης ἐν τῇ ῤαφῇ ῤαγῇ καὶ διαχαλάσῃ, οὔτε ἢν, φλασθέντος τοῦ ὀστέου κατὰ τὰς ῤαφὰς, ῤαγῇ καὶ διαχαλάσῃ· ἀλλʼ ἔτι χαλεπώτερον φράσασθαι τὴν ἀπὸ τῆς φλάσιος ῤωγμήν. Ξυγκλέπτουσι γὰρ τὴν γνώμην καὶ τὴν ὄψιν τοῦ ἰητροῦ αὗται αἱ ῤαφαὶ ῤωγμοειδέες φαινόμεναι, καὶ τρηχύτεραι ἐοῦσαι τοῦ ἄλλου ὀστέου, ὅτι μὴ ἰσχυρῶς διεκόπη, καὶ διεχάλασεν· διακοπὴ δὲ καὶ ἕδρη τωὐτόν ἐστιν. ἀλλὰ χρὴ, εἰ κατὰ τὰς ῤαφὰς τὸ τρῶμα γένοιτο καὶ πρός γε τὸ ὀστέον καὶ ἐς τὸ ὀστέον στηρίξειε τὸ βέλος, προσέχοντα τὸν νόον, ἀνευρίσκειν ὅ τι πέπονθε τὸ ὀστέον. ἀπὸ γὰρ ἴσων τε βελέων τὸ μέγεθος καὶ ὁμοίων, καὶ πολλὸν ἐλασσόνων, καὶ ὁμοίως τρωθεὶς καὶ πολὺ ἧσσον, πολλῷ μέζον ἐκτήσατο τὸ κακὸν ἐν τῷ ὀστέῳ ὁ ἐς τὰς ῤαφὰς δεξάμενος τὸ βέλος, ἢ ὁ μὴ ἐς τὰς ῤαφὰς δεξάμενος. καὶ τουτέων τὰ πολλὰ πρίεσθαι δεῖ· ἀλλʼ οὐ χρὴ αὐτὰς τὰς ῤαφὰς πρίειν, ἀλλʼ ἀποχωρήσαντα ἐν τῷ πλησίον ὀστέῳ τὴν πρίσιν ποιέεσθαι, ἢν πρίῃς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme