Thesauros Literature medicine Κατ’ ἰητρεῖον

Κατ’ ἰητρεῖον

Κατ’ ἰητρεῖον Hippocrates
4 ὄνυχας μήτε ὑπερέχειν, μήτε ἐλλείπειν· δακτύλων κορυφῇσι χρῆσις· ἀσκέειν, δακτύλοισι μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ὅλῃ δὲ, καταπρηνεῖ· ἀμφοτέρῃσι δὲ, ἐναντίῃσιν· δακτύλων εὐφυΐα, μέγα τὸ ἐν μέσῳ τῶν δακτύλων, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ. νοῦσος δὲ διʼ ἣν καὶ βλάπτονται, οἷσιν ἐκ γενεῆς ἢ ἐν τροφῇ εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι, δῆλον. τὰ ἔργα πάντα ἀσκέειν ἑκα τέρῃ δρῶντα, καὶ ἀμφοτέρῃσιν ἅμα (ὅμοιαι γάρ εἰσιν ἀμφότεραι), στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.
5 Ὅργανα μὲν, καὶ ὅτε, καὶ οἵως, εἰρήσεται· ὅκου δεῖ· μὴ ἐμποδὼν τῷ ἔργῳ, μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ ἐργαζόμενον δὲ τοῦ σώματος· ἄλλος δὲ ἢν διδῷ, ἕτοιμος ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ, ὅταν κελεύῃς.
6 οἱ δὲ περὶ τὸν ἀσθενέοντα τὸ μὲν χειριζόμενον παρεχόντων, ὡς ἂν δοκῇ· τὸ δὲ ἄλλο σῶμα κατεχόντων, ὡς ἂν ἀτρεμέῃ, σιγῶντες, ἀκούοντες τοῦ ἐφεστεῶτος.
7 ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον, καὶ ἐργαζόμενον. ἐργαζόμενον μὲν, ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως· ταχέως μὲν, ἀνύειν τὰ ἔργα· ἀπόνως δὲ, ῤηῖδίως δρῇν· εὐπόρως δὲ, ἐς πᾶν ἑτοίμως· εὐρύθμως δὲ, ὁρῆσθαι ἡδέως· ἄφʼ ὧν δὲ ταῦτα ἀσκημάτων, εἴρηται. εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καλῶς μὲν, ἁπλῶς, εὐκρινέως· ἢ ὅμοια καὶ ἴσα, ἴσως καὶ ὁμοίως· ἢ ἄνισα καὶ ἀνόμοια [, ἀνίσως καὶ ἀνομοίως]· τὰ δὲ εἴδεα, ἁπλοῦν, σκέπαρνον, σιμὸν, ὀφθαλμὸς, ῤόμβος, καὶ ἡμίτομον· ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου.
8 ἀγαθὰ δὲ δύο εἴδεα τοῦ ἐπιδεομένου· ἰσχύος μὲν, ἢ πιέξει, ἢ πλήθει ὀθονίων. τὸ μὲν οὖν, αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖσιν ἰωμένοισιν ὑπηρετέει. ἐς μὲν οὖν ταῦτα νόμος· ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος· πίεξις μὲν, ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἥκιστα δὲ τὰ μέσα. ἅμμα, καὶ ῤάμμα νεμόμενον μὴ κάτω, ἀλλʼ ἄνω, ἐν παρέξει, καὶ σχέσει, καὶ ἐπιδέσει, καὶ πιέξει. ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλʼ ἔνθα τὸ ἅμμα. τὸ δὲ ἅμμα μήτε ἐν τρίβῳ, μήτε ἐν ἔργῳ, μήτε ἐκεῖσε, ὅκου ἐνεόν. ἅμμα δὲ καὶ ῤάμμα μαλθακὸν, οὐ μέγα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme