Thesauros Literature medicine Κατ’ ἰητρεῖον

Κατ’ ἰητρεῖον

Κατ’ ἰητρεῖον Hippocrates
25 τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα, οἷον στήθει, πλευρῇσι, κεφαλῇ, καὶ τοῖσιν ἄλλοισιν, ὅσα τοιαῦτα· τὰ μὲν, σφυγμῶν ἕνεκεν, ὡς μὴ ἐνσείηται· τὰ δὲ, καὶ τῶν διαστασίων τῶν κατὰ τὰς ἁρμονίας ἐν τοῖσι κατὰ τὴν κεφαλὴν ὀστέοισιν, ἐρεισμάτων χάριν· ἐπί τε βηχέων, ἢ πταρμέων, ἢ ἄλλης κινήσιος, οἷα τὰ κατὰ θώρηκα καὶ κεφαλὴν ἀποστηρίγματα γίγνεται. τουτέων ἁπάντων αἱ αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσιος· ᾗ μὲν γὰρ τὰ σίνη, μάλιστα πιέζει· ὑποτιθέναι οὖν μαλθακόν τι ἁρμόζον τῷ πάθει· ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα, ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείειν, μηδὲ μᾶλλον ἢ ὥστε τῶν διεστηκότων τὰ ἔσχατα τῶν ἁρμονιῶν ψαύειν ἀλλήλων, μηδὲ τὰς βῆχας καὶ τοὺς πταρμοὺς ὥστε κωλύειν, ἀλλʼ ὥστε ἀποστήριγμα εἶναι, ὡς μήτε διαναγκάζηται, μήτε ἐνσείηται.
← Previous 9 / 9

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme