1
ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς· ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῤηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων. ἁ καὶ ἰδεῖν, καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν· ἃ καὶ τῇ ὄψει, καὶ τῇ ἁφῇ, καὶ τῇ ἀκοῇ, καὶ τῇ ῤινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι· ἃ, οἷς γιγνώσκομεν ἅπασιν, ἔστι γνῶναι.
2
τὰ δʼ ἐς χειρουργίην κατʼ ἰητρεῖον· ὁ ἀσθενέων· ὁ δρῶν· οἱ ὑπηρέται· τὰ ὄργανα· τὸ φῶς· ὅκου· ὅκως· ὅσα· ὅκως· ὅκου τὸ σῶμα, τὰ ἄρμενα· ὁ χρόνος· ὁ τρόπος· ὁ τόπος.