Thesauros Literature medicine Περὶ ἀγμῶν

Περὶ ἀγμῶν

Περὶ ἀγμῶν Hippocrates
28 ἢν δʼ ἄρα ἐξαπατηθῇς ἐν τοῖσι νεοτρώτοισι, μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δʼ ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ χρὴ ὀῤῥωδέειν τοῦτον τὸν τρόπον τῆς ἰητρείης· οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἷός τε ᾖς τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι. σημεῖον δὲ τόδε, ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης· πῦον γὰρ συχνὸν ῤέει ἐκ τοῦ ἕλκεος, καὶ ὀργᾷν φαίνεται. πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον· ἐπεὶ ἄλλως τε καὶ ἀπύρετοι γίνονται, ἢν μὴ κάρτα πιέζωνται ὑπο τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος, καὶ τὰ περιέχοντα ἰσχνά. ὅσαι μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες, οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλʼ ἢ χαλαρωτέρως ἐπίδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ πῦον, ἀλλʼ εὐαπόῤῥυτον ᾖ, καὶ πυκνότερον μετεπιδεῖν, ἔστʼ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme