Thesauros Literature medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
34 ἢν δὲ ἡ κάτω γνάθος κατὰ τὴν ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ (μούνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαί· ἀλλʼ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον, ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον), ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον ξύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστιν· τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ ἐς τὸ ἔσω μέρος, προσβάλλοντα τοὺς δακτύλους· τὸ δὲ εἴσω ῤέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος, ἐνερείσαντα τοὺς δακτύλους. ἐς διάστασιν μέντοι διατεινάμενον, ταῦτα χρὴ ποιέειν· ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει, ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα τὰ ὀστέα, καταναγκάζειν πειρᾶται· τοῦτο παρὰ πάντα τὰ τοιαῦτα ὑπομνήματα χάριεν εἰδέναι. ὁκόταν δὲ κατορθώσῃς, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν. ἐπίδεσιν δὲ βραχείην ποικίλην μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσοῤῥόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόῤῥοπον ἐόν· τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιὰ (ἐπὶ δεξιὰ γὰρ νομίζεται εἶναι, ἢν ἡ δεξιὴ χεὶρ προηγῆται τῆς ἐπιδέσιος)· ἢν δὲ ἡ ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν. κἢν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχείη μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται· ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσιν οἱ ὀδόντες, καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme