Thesauros Literature medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
44 εἰ μέντοι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ κατασείειν πάντως, ἐπὶ πόδας κατασείειν λυσιτελέει, ὥσπερ ἤδη εἴρηται· πλείων γὰρ οὕτω γίνεται ἡ καταῤῥοπίη ἐπὶ ταῦτα. Ἑρμάσαι δὲ χρὴ, κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα προσδήσαντα ἰσχυρῶς, κατὰ δὲ τὸν αὐχένα ὡς χαλαρωτάτῃ ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα· καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα· τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι, καὶ μὴ πρὸς τὴν κλίμακα· τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι χρὴ, πλὴν, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα, ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθαι· ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατασεισιν, σκοπέειν· τὰ δὲ σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω, πρὸς ἄλληλα δὲ, ὡς κατὰ τὴν ῤάχιν ἰθύῤῥοπα ἔῃ. ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι· αἰσχρὸν μέντοι καὶ ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἥκιστα ἐν ἰητρικῇ πουλὺν ὄχλον, καὶ πολλὴν ὄψιν, καὶ πουλὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν ὠφελῆσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme