2
ῥὶς δὲ κατεαγεῖσα ἀναπλάσσεται, εἰ οἷόν τε, αὐθωρόν. κἢν μὲν οὖν ὁ χόνδρος, ἐντιθέναι ἄχνην ὀθονίου ἐναποδέοντα λοπῷ καρχηδονίῳ, ἢ ἐν ἄλλῳ, ὃ μὴ ἐρεθιεῖ· τῷ λοπῷ δὲ τὰς παραλλάξιας παρακολλᾷν, καὶ ἀναλαμβάνειν. ταῦτα δὲ ἐπίδεσις κακὰ ποιέει. ἴησις, ἀλήτῳ ξὺν μάννῃ, ἢ θείῳ ξὺν κηρωτῇ. αὐτίκα ἀναπλάσεις, ἔπειτα ἀνακωχήσεις τοῖσι δακτύλοισιν, ἐσματτευόμενος καὶ παραστρέφων· καὶ τὸ καρχηδόνιον. Πωροῖτο ἂν, καὶ ἢν ἕλκος ἐνῇ, καὶ ἢν ὀστέα ἀπιέναι μέλλῃ (οὐ γὰρ παλιγκοτώτατα), οὕτω ποιητέα.
3
οὖς κατεαγὲν, μὴ ἐπιδεῖν, μηδὲ καταπλάσσειν· ἢν δέ τι δέῃ, ὡς κουφότατον, ἡ κηρωτή· καὶ θείῳ κατακολλᾷν. ὧν δὲ ἔμπυα τὰ ὦτα, διὰ παχέος εὑρίσκεται· πάντα δὲ τὰ ὑπόμυξα καὶ τῇ ὑγρῇ σαρκὶ πλήρεα ἐξαπατᾷ· οὐ μὴ βλάβη γένηται στομωθὲν τὸ τοιοῦτον· ἐστὶ γὰρ ἄσαρκα καὶ ὑδατώδεα, μύξης πλέα, ὅπου δὲ καὶ οἷα ἐόντα θανατώδεά ἐστι, παρεθέντα. ὤτων καῦσις πέρην, τάχιστα ὑγιάζει· κυλλὸν δὲ καὶ μεῖον γίνεται τὸ οὖς, ἢν πέρην καυθῇ. ἢν δὲ στομωθῇ, κούφῳ ἐναίμῳ δεήσει χρῆσθαι.
4
γνάθοι δὲ κατασπῶνται μὲν πολλάκις καὶ καθίστανται· ἐκπίπτουσι δὲ ὀλιγάκις, μάλιστα μὲν χασμωμένοισιν· οὐ γὰρ ἐκπίπτει, ἢν μή τις χανὼν μέγα παρανάγῃ· ἐκπίπτει δὲ μᾶλλον, ὅτι τὰ νεῦρα ἐν πλαγίῳ καὶ λελυγισμένα συνδιδοῖ. σημεῖα· προέχει ἡ κάτω γνάθος, καὶ παρέστραπται τἀναντία τοῦ ἐκπτώματος, ξυμβάλλειν οὐ δύνανται· ἢν δʼ ἀμφότεραι, προΐσχουσι μᾶλλον, συμβάλλουσιν ἧσσον, ἀστραβέες· δηλοῖ δὲ τὰ ὅρια τῶν ὀδόντων τὰ ἄνω τοῖσι κάτω κατʼ ἴξιν. ἢν οὖν ἀμφότεραι ἐκπεσοῦσαι μὴ αὐτίκα ἐμπέσωσι, θνήσκουσι δεκαταῖοι οὗτοι μάλιστα πυρετῷ ξυνεχέϊ, νωθρῇ τε καρώσει· οἱ γὰρ μύες οὗτοι, τοιοῦτοι· γαστὴρ ἐπιταράσσεται ὀλίγα ἄκρητα· καὶ ἢν ἐμέωσι, τοιαῦτα ἐμέουσιν. ἡ δʼ ἑτέρη ἀσινεστέρη. ἐμβολὴ δὲ ἡ αὐτὴ ἀμφοτέρων· κατακειμένου ἢ καθημένου τοῦ ἀνθρώπου, τῆς κεφαλῆς ἐχόμενον, περιλαβόντα τὰς γνάθους ἀμφοτέρας ἀμφοτέρῃσι χερσὶν ἔσωθεν καὶ ἔξωθεν, τρία ἅμα ποιῆσαι· ὦσαι ἐς ὀρθὸν, καὶ ἐς τοὐπίσω, καὶ συσχεῖν τὸ στόμα. ἴησις, μαλάγμασι, καὶ σχήμασι, καὶ ἀναλήψει γενείου, ποιοῦσι τατὰ τῇ ἐμβολῇ.