Thesauros Literature medicine Ἀφορισμοί

Ἀφορισμοί

Ἀφορισμοί Hippocrates
25 πρὸς δὲ τὸ ὀδοντοφυέειν προσάγουσιν, οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας, καὶ τοῖσι παχυτάτοισι τῶν παίδων, καὶ τοῖσι σκληρὰς τὰς κοιλίας ἔχουσιν.
26 πρεσβυτέροισι δὲ γενομένοισι, παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ, χοιράδες, καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα.
27 τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι, τουτέων τε τὰ πολλὰ, καὶ πυρετοὶ χρόνιοι μᾶλλον, καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες
28 τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν· ὅσα δʼ ἂν διαμείνῃ τοῖσι παιδίοισι, καὶ μὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν, ἢ τῇσι θηλείῃσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθεν.
29 τοῖσι δὲ νεηνίσκοισιν, αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι, καὶ τἄλλα νουσήματα, μάλιστα δὲ τὰ προειρημένα.
30 τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην, ἄσθματα, πλευρίτιδες, περιπλευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῥοιαι χρόνιαι, χολέραι, δυσεντερίαι, λειεντερίαι, αἱμοῤῥοΐδες.
31 τοῖσι δὲ πρεσβύτῃσι, δύσπνοιαι, κατάῤῥοοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος ὅλου, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.
1 τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας· τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι χρή.
2 ἐν τῇσι φαρμακείῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως ἰόντα παύειν,
3 ἢν μὲν οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, τὰ δὲ ἐναντία, δυσχερῶς.
4 φαρμακεύειν θέρεος μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω.
5 ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.
6 τοὺς ἰσχνοὺς τοὺς εὐημέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα.
7 τοὺς δὲ δυσημέας καὶ μέσως εὐσάρκους, κάτω, ὑποστελλομένους θέρος.
8 τοὺς δὲ φθινώδεας, ὑποστελλομένους τὰς ἄνω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme