5
ἦν δὲ ἀνωτέρω ᾖ ἡ κονδύλωσις, τῷ κατοπτῆρι σκέπτεσθαι, καὶ μὴ ἐξαπατᾶσθαι ὑπὸ τοῦ κατοπτῆρος· διοιγόμενος γὰρ ὁμαλύνει τὴν κονδύλωσιν, ξυναγόμενος δὲ πάλιν δείκνυσιν ὀρθῶς. ἀφαιρέειν δὲ χρὴ, ἑλλεβόρῳ μέλανι ὑπαλείφοντα τὸν δακτύλιον· ἔπειτα τριταῖον οἴνῳ κλύζειν αὐστηρῷ. τὸ δὲ αἶμα, ὅταν ἀφέλῃς τὴν κονδύλωσιν, ὅτι οὐ ῤέει, μὴ θαυμάζειν· οὐδὲ γὰρ ἢν ἐν τοῖσιν ἄρθροισι διατάμῃς τὰς χεῖρας ἢ τὰ σκέλεα, οὐ ῤεύσεται αἷμα· ἢν δʼ ἄνωθεν ἢ κάτωθεν τάμῃς τῶν ἄρθρων, εὑρήσεις κοίλας φλέβας καὶ αἱμόῤῥους, καὶ χαλεπῶς ἂν ἴσχοις εὐπόρως. οὕτω καὶ τὴν ἐν τῇ ἕδρῃ αἱμοῤῥοΐδα, ἢν μὲν ἄνωθεν ἢ κάτωθεν τάμῃς τῆς ἀφαιρέσιος τοῦ κονδυλώματος, αἷμα ῤεύσεται· ἢν δὲ αὐτὴν ἀφέλῃς τὴν κονδύλωσιν ἐν τῇ προσφύσει, οὐ ῤεύσεται. ἢν μὲν οὖν οὕτω καθίσταται, καλῶς ἂν ἔχοι· ἢν δὲ μὴ, καῦσαι, φυλασσόμενος ὡς μὴ ἅψῃ τῷ σιδήρῳ, ἀλλʼ ἐγγὺς προσφέρων τὰ σιδήρια ἀποξηραίνειν, καὶ προστιθέναι τὸ τοῦ χαλκοῦ ἄνθος τὸ ἐν τῷ οὔρῳ.
6
ἕτερος τρόπος ἰήσιος αἱμοῤῥοΐδων· καυστῆρα ποιήσασθαι, οἷον καλαμίσκον φραγμίτην· σιδήριον δὲ ἐναρμόσαι καλῶς ἁρμόζον· ἔπειτα τὸν αὐλίσκον ἐνθεὶς ἐς τὴν ἕδρην, διαφαῖνον τὸ σιδήριον καθιέναι, καὶ πυκνὰ ἐξαιρέειν, ἵνα μᾶλλον ἀνέχηται θερμαινόμενος· καὶ οὔτε ἕλκος ἕξει ὑπὸ τῆς θερμασίης, ὑγιέα τε ξηρανθέντα τὰ φλέβια.
7
ἦν δὲ βούλῃ μήτε καίειν, μήτε ἀποτάμνειν, προκαταιονήσας ὕδατι πολλῷ θερμῷ, καὶ ἐκτρέψας τὴν ἕδρην, σμύρναν τρίψας λείην καὶ κηκίδα, καὶ στυπτηρίην αἰγυπτίην κατακαύσας, ἓν καὶ ἥμισυ πρὸς τἄλλα, καὶ μελαντηρίης ἄλλο τοσοῦτον, τουτέοισι ξηροῖσι χρῆσθαι· ἡ δὲ αἱμοῤῥοϊς τουτέοισι τοῖσι φαρμάκοισιν ἀποστήσεται, ὥσπερ σκύτος κατακεκαυμένον· ταῦτα ποιέειν μέχρις ἂν πάσας ἀφανίσῃς. καὶ χαλκίτιδος ἥμισυ κεκαυμένον τωὐτὸ ἀπεργάζεται.
8
ἦν δὲ βούλῃ βαλάνοισιν ἰῆσθαι, σηπίης ὄστρακον, μολυβδαίνης τρίτον μέρος, ἄσφαλτον, στυπτηρίην, ἄνθος ὀλίγον, κηκίδα, χαλκοῦ ἰὸν ὀλίγον, τουτέων μέλι ἑφθὸν καταχέας, βάλανον ποιήσας μακροτέρην, προστίθει, μέχρις ἂν ἀφανίσῃς.