5
ἢν δὲ μὴ διαβεβρώκῃ ἡ σύριγξ, προμηλώσας μήλῃ, τέμνε ἕως ἂν διέλθῃ, καὶ ἐπίπασσε ἄνθος χαλκοῦ, καὶ ἐᾷν ἐπὶ πέντε ἡμέρας· κατάχεε δὲ ὕδωρ θερμόν· καὶ ἐπάνω ὕδατι φυρῶν ἄλφιτον κατάπασσε, καὶ φύλλα τεύτλων ἐπίδει· ἐπὴν δὲ ἐκπέσῃ τὸ ἄνθος τοῦ χαλκοῦ, καὶ καθαρὸν ᾖ τὸ ἕλκος τῆς σύριγγος,ἰῶ ὥσπερ τὴν ἔμπροσθεν.
6
ἢν δὲ ἐν χωρίῳ ᾖ, ὃ μὴ οἷόν τε τάμνειν, βαθείη δὲ καὶ ἡ σύριγξ, ἄνθει χαλκοῦ καὶ σμύρνῃ καὶ λίτρῳ οὔρῳ διεὶς, κλύζειν, καὶ ἐς τὸ στόμα τῆς σύριγγος μολύβδιον ἐντιθέναι, ὅπως μὴ ξυμφύηται· κλύζειν δὲ πτεροῦ σύριγγα προσδήσας πρὸς κύστιν, καὶ καθεὶς ἐς τὴν σύριγγα, πρὸς τοῦτο διάγειν κλύζων. ὑγιὴς δὲ οὐ γίνεται, ἢν μὴ τμηθῇ.