26
τεκμήρια, γαργαλισμός, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρώς, οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμός, ὄψιος στάσιες, φαντασίαι, ἴκτερος, λυγμοί, ἐπιληψίη, αἷμα ὁλοσχερές, ὕπνος, καὶ ἐκ τούτων καὶ τῶν ἄλλων τῶν κατὰ φύσιν, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾶ· πόνοι ὅλου καὶ μέρεος μεγέθους σημεῖα, τοῦ μὲν ἐς τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον, καὶ ἀπʼ ἀμφοτέρων ἐς τὸ μᾶλλον καὶ ἀπʼ ἀμφοτέρων ἐς τὸ ἧσσον.
27
γλυκύ οὐ γλυκύ, γλυκὺ ἐς δύναμιν οἷον ὕδωρ, γλυκὺ ἐς γεῦσιν οἷον μέλι· σημεῖα ἑκατέρων, ἕλκεα, ὀφθαλμοὶ καὶ γεύσιες, καὶ ἐν τούτοις τὸ μᾶλλον καὶ τὸ ἧσσον· γλυκὺ ἐς τὴν ὄψιν καὶ ἐν χρώμασι καὶ ἐν ἄλλῃσι μίξεσι, γλυκὺ μᾶλλον καὶ ἧττον.
28
Ἀραιότης σώματος ἐς διαπνοίην οἷς πλέον ἀφαιρεῖται ὑγιεινόν· πυκνότης σώματος ἐς διαπνοίην οἷς ἔλασσον ἀφαιρεῖται νοσηλόν· οἱ διαπνεόμενοι καλῶς ἀσθενέστεροι καὶ ὑγιεινότεροι καὶ εὐανάσφαλτοι, οἱ διαπνεόμενοι κακῶς πρὶν ἢ νοσεῖν ἰσχυρότεροι, νοσήσαντες δὲ δυσανά σφαλτοι· ταῦτα δὲ καὶ ὅλῳ καὶ μέρει.
29
πλεύμων ἐναντίην σώματος τροφὴν ἕλκει, τὰ δʼ ἄλλα πάντα τὴν αὐτήν.
30
ἀρχὴ τροφῆς πνεύματος, ῥῖνες, στόμα, βρόγχος, πλεύμων, καὶ ἡ ἄλλη διαπνοίη· ἀρχὴ τροφῆς καὶ ὑγρῆς καὶ ξηρῆς, στόμα, στόμαχος, κοιλίη. ἡ δὲ ἀρχαιοτέρη τροφὴ διὰ τοῦ ἐπι γαστρίου, ᾗ ὁ ὀμφαλός.
31
ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τούτων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ.
32
δύναμις μία καὶ οὐ μία, ᾗ πάντα ταῦτα καὶ τὰ ἑτεροῖα διοικεῖται, ἡ μὲν ἐς ζωὴν ὅλου καὶ μέρεος, ἡ δὲ ἐς αἴσθησιν ὅλου καὶ μέρεος.
33
γάλα τροφή, οἷς γάλα τροφὴ κατὰ φύσιν, ἄλλοισι δὲ οὐχί, ἄλλοισι δὲ οἶνος τροφή, καὶ ἄλλοισιν οὐχί, καὶ σάρκες καὶ ἄλλαι ἰδέαι τροφῆς πολλαί, καὶ κατὰ χώρην καὶ κατʼ ἐθισμόν.
34
τρέφεται δὲ τὰ μὲν ἐς αὔξησιν καὶ ἐς τὸ εἶναι, τὰ δὲ ἐς τὸ εἶναι μοῦνον, οἷον γέροντες, τὰ δὲ πρὸς τούτῳ καὶ ἐς ῥώμην. διάθεσις ἀθλητικὴ οὐ φύσει· ἕξις ὑγιεινὴ κρείσσων ἐν πᾶσιν.
35
μέγα τὸ πόσον εὐστόχως ἐς δύναμιν συναρμοσθέν.
36
γάλα καὶ αἷμα τροφῆς πλεονασμός.
37
περίοδοι ἐς πολλὰ σύμφωνοι, ἐς ἔμβρυον ἐς τὴν τούτου τροφήν. αὖτις δʼ ἄνω ῥέπει ἐς γάλα καὶ ἐς τροφὴν βρέφεος.