Thesauros Literature medicine Περὶ τροφῆς

Περὶ τροφῆς

Περὶ τροφῆς Hippocrates
38 ζωοῦται τὰ μὴ ζῷα, ζωοῦται τὰ ζῷα, ζωοῦται τὰ μέρεα τῶν ζῴων.
39 φύσιες πάντων ἀδίδακτοι.
40 αἷμα ἀλλότριον ὠφέλιμον, αἷμα ἴδιον ὠφέλιμον, αἷμα ἀλλότριον βλαβερόν, αἷμα ἴδιον βλαβερόν, χυμοὶ ἴδιοι βλαβεροί, χυμοὶ ἀλλότριοι βλαβεροί, χυμοὶ ἀλλότριοι συμφέροντες, χυμοὶ ἴδιοι συμφέροντες, τὸ σύμφωνον διάφωνον, τὸ διάφωνον σύμφωνον, γάλα ἀλλότριον ἀστεῖον, γάλα ἴδιον φλαῦρον, γάλα ἀλλότριον βλαβερόν, γάλα ἴδιον ὠφέλιμον.
41 σιτίον νέοις ἀκροσαπές, γέρουσιν ἐς τέλος μεταβεβλημένον, ἀκμάζουσιν ἀμετάβλητον.
42 ἐς τύπωσιν λεʼ ἠέλιοι, ἐς κίνησιν οʼ, ἐς τελειότητα σιʼ· ἄλλοι, ἐς ἰδέην μεʼ, ἐς κίνησιν σʼ, ἐς ἔξοδον σοʼ· ἄλλοι, νʼ ἐς ἰδέην, ἐς πρῶτον ἅλμα ρʼ, ἐς τελειότητα τʼ. ἐς διάκρισιν μʼ, ἐς μετάβασιν ρʼ, ἐς ἔκπτωσιν σμʼ. οὐκ ἔστι καὶ ἔστι. γίνεται δὲ ἐν τούτοις καὶ πλείω καὶ ἐλάσσω, καὶ καθʼ ὅλον καὶ κατὰ μέρος, οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω.
43 ὀστέων τροφὴ ἐκ κατήξιος, ῥινὶ δὶς πέντε, γνάθῳ καὶ κληῖδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ εἴ τι ἐν τούτοις δύναται πλέον ἢ ἔλασσον.
44 αἷμα ὑγρὸν καὶ αἷμα στερεόν. αἷμα ὑγρὸν ἀστεῖον, αἷμα ὑγρὸν φλαῦρον· αἷμα στερεὸν ἀστεῖον, αἷμα στερεὸν φλαυρόν· πρός τι πάντα φλαῦρα καὶ πάντα ἀστεῖα.
45 ὁδὸς ἄνω κάτω.
46 δύναμις τροφῆς κρέσσων ἢ ὄγκος, ὄγκος τροφῆς κρέσσων ἢ δύναμις, καὶ ἐν ὑγροῖς καὶ ἐν ξηροῖς.
47 ἀφαιρεῖ καὶ προστίθησιν οὐ τωὐτό, τῷ μὲν ἀφαιρεῖ, τῷ δὲ προστίθησι τωὐτό.
48 φλεβῶν διασφύξιες καὶ ἀναπνοὴ πλεύμονος καθʼ ἡλικίην, καὶ σύμφωνα καὶ διάφωνα, καὶ νούσου καὶ ὑγιείης σημεῖα, καὶ ὑγιείης μᾶλλον ἢ νούσου καὶ νούσου μᾶλλον ἢ ὑγιείης· τροφὴ γὰρ καὶ πνεῦμα.
49 ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ξηρή· ξηρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ὑγρή· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος.
50 καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα ἐς ἀνάληψιν δυνάμιος κράτιστον· ὁκόσοι δὲ ἔτι ταχυτέρης, διʼ ὀσφρήσιος. ὁκόσοι δὲ βραδυτέρης προσθέσιος δέονται, στερεὴ τροφή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme