Thesauros Literature medicine Παραγγελίαι

Παραγγελίαι

Παραγγελίαι Hippocrates
14 Συνεσταλμένης διαίτης μὴ μακρὴν ἐγχειρεῖν τοῦ κάμνοντος χρονίην ἐπιθυμίην· ἀνίστησι καὶ συγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον. ὡς μέγας φόβος φυλακτέος, καὶ χαρᾶς δεινότης. ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη. ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον. ἀσαφίη δὲ γλώσσης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ ὦτα, ἢ πρὶν τὰ πρότερα ἐξαγγεῖλαι ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν ἕτερα ἐπιδιανοεῖσθαι· τοῦτο μὲν οὖν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα συμβαίνει φιλοτεχνοῦσιν, ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε παμπολλή. νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου. σμικρὴ αἰτίη ἄκεσις γίνεται, ἢν μή τι περὶ τόπον καίριον πάθῃ. διότι συμπάθησις ὑπὸ λύπης ἐοῦσα ὀχλεῖ, ἐξ ἑτέρου συμπαθείης τινὲς ὀχλεῦνται. καταύδησις λυπεῖ. φιλοπονίης κρα ταιῆς ὑποπαραίτησις. † ἀλυώδης † τόπος ὀνησιφόρος.
← Previous 6 / 6

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme