Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Book 1

9 τρόπος δὲ θανάτου οἴκτιστος· πόνος μὲν δριμὺς καὶ θερμὸς, ὡς ἐπʼ ἄνθρακος, ἀναπνοὴ κακή. ἀναπνέουσι γὰρ ὀδωδὸς σηπεδόνα καρτερήν· τὸ αὐτὸ δὲ πάλιν συντόνως ἐς τὸν θώρηκα ἐμπνέουσι· ἀσηροὶ, ὡς μηδὲ ἑωυτέων τὴν ὀδμὴν ἀνέχεσθαι· ὠχροὶ ἢ πελιδνοὶ τὰ πρόσωπα, πυρετοὶ ὀξέες, δίψος, ὡς ἐκ πυρός, τὸ δὲ ποτὸν οὐ προσίενται, δέεϊ τῶν ἔνθεν πόνων. Ermerins has ingeniously substituted the last two words for ἐμπόνων, a vocable of doubtful meaning. ἄσσονται γὰρ, ἢν τοῖσι παρισθμίοισι ἐνθλίβωσι, ἢ ἐς τὰς Ῥῖνας ἀνατρέχῃ. καὶ ἢν μὲν κατακέωνται, ἀνακαθίζουσι, ἀνακεκλίσθαι οὐκ ἀνεχόμενοι· ἢν δὲ ἀνακαθίσωσι, ὑπὸ ἀπορίης αὖθις ἀνακλίνονται. τά πολλὰ δὲ ὀρθοστάδην περιΐασι· ἀκρασίῃ γὰρ ἡσυχίης τὴν ἠρεμίην φεύγουσι, πόνῳ πόνον λῦσαι θέλοντες. ἀναπνοὴ εἴσω μεγάλη· ψυχρὸν γὰρ ἠέρα ποθέουσι ἐς ἔμψυξιν· ἔξω δὲ σμικρή. πυρίκαυτα γὰρ ἐόντα τὰ ἕλκεα προσεμπίπραται ὑπὸ θέρμης τῆς ἀναπνοῆς. Wigan and Ermerins read θερμῆς τῆς ἀναπνοῆς; but the alteration seems to me uncalled for. I should prefer ὑπὸ τῆς θερμῆς ἀναπνοῆς to their reading. βράγχος, ἀφωνίη, καὶ τάδε ἐπὶ τὸ κάκιον ἐπείγει, εὖτε ἀθρόον καταπεσόντες εἰς τὴν γῆν ἐξέλιπον.

Κεφ. ι. περὶ Πλευρίτιδος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme