Book 1
5
ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ ξυμφορή· αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος· ἄλλοτε μὲν γὰρ ἐς τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον ἡ γένυς ἐρείδει, ἄλλοτε δὲ ἐς τὸ μετάφρενον ἀνακλᾶται, ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ, εὖτε ἔνθα ἢ ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνει. χάσκουσι μέγα, στόμα ξηρὸν, γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον τρώματος μεγάλου γίγνεσθαι, ἢ ἀποτομῆς, εἴ κοτε σπασμῷ ξυνερείσουσιν οἱ ὀδόντες. ὀφθαλμοὶ ἐνδεδινημένοι, βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ· ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ ὑποφάσιος. ὀφρύες ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέν αι, Dr. Ermerins, on pure conjecture, substitutes ξυνηγμέναι, as I think unnecessarily. Ἀνειμέναι may be interpreted literally, inclining, i.e. drawn upwards. See Foes Oec. Hippocrat., under ἀνιοῦται. Would not ἀνιέμεναι be a suitable reading? I have translated the passage accordingly. ὅκως τοῖς χαλεπαίνουσι, ἄλλοτε δὲ ἐς τοὺς κροτάφους ἀπηγμέναι, πολλόν τι μᾶλλον, ὡς τὸ δέρμα περὶ τὸ μέτωπον σφόδρα περιτετάσθαι καὶ τὰς τοῦ μεσοφρύου Ῥυτίδας ἐξαληλίφθαι· μῆλα ἐρυθρὰ, παλλόμενα· χείλεα, κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότ α, ἄλλοτε δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται, τοῖσι μειδιῶσι ὁμοίως.