Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Book 1

5 ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης τοῦ προσώπου προσγίγνεται, ἀγγείων τῶν ἐν τῷ αὐχένι διάτασις, ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη , καὶ εἰ μέγα ἐμβοῇς· μυγμὸς δὲ καὶ στεναγμὸς ἡ φωνὴ, καὶ ἡ ἀναπνοὴ πνὶξ, ὡς ἀπαγχομένῳ· The common reading before Ermerins was καὶ ἡ πνίξ. I have cheerfully adopted, also, his emendation of νυγμὸς into μυγμὸς, as suggested by Petit; and only wonder that neither of them refers to the Eumenides of aeschylus (l. 116) as an authority for this meaning of the term. σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν τῇσι ἀρχῇσι· μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλει, ἄτακτοι δὲ ἐς τὸ ξύνολον· αἰδοίων ξύντασι ς. τάδε μὲν οὖν ἐς τέλος τῆς σημασίης πάσχουσι.
5 ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίης περίπλυσι ς· μετεξετ έροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψι καὶ πιέσι τῶν ἀγγείων, ἢ γαργαλισμῷ τοῦ πόνου, καὶ ὑγρασίης προκλήσι. γίγνονται γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίυγρον, φλέγμα πολλὸν, παχὺ καὶ ψυχρὸν, καὶ εἰ ἕλκοις αὐτὸ, ἐπὶ μᾶλλον ἂν πλῆθος αὐτέου μηρύσαιο. ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος, πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπλἔῃ ἐς τὰς διαπνοὰς, στόμα καὶ Ῥῖνα, σὺν ὑγρῷ δὲ τὸ πνεῦμα, ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε. ἀφρὸν δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι ἡ θάλασσα τὴν ἄχνην·Homer, Iliad. iv. 421, ετ σεθ. εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαν τος τοῦ κακοῦ· ἐπὶ δὲ τῇ ἀποπαύσι νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοὶ, διαλελυμένοι, πάρετοι , ὠχροὶ, δύσθυμοι, κατηφέες, καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ.

Κεφ. ς. περὶ Τετάνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme