Book 1
6
σπασμοὶ οἱ τέτανοι, κάρτα μὲν ἐπίπονοι, ὀξύτατοι δὲ κτεῖναι, ἀτὰρ οὐδὲ Ῥηΐδιοι λυθῆναι. μυῶν τῶν ἐν γνάθοισι καὶ τενόντων τάδε πάθεα· ξυνδιδοῖ δὲ τὸ κακὸν εἰς τὸ πᾶν· ἅπαντα γὰρ ξυμπαθέα τῇσι ἀρχῇσι γίγνεται· ἰδέαι δὲ τῆς ξυνολκῆς ἔασι τρεῖς· ἐς εὐθὺ, ἐς τὸ κατόπιν, ἐς τοὔμπροσθεν. ἐς εὐθὺ μὲν ὁ τέτανος, εὖτε ἀστραβὴς ὥνθρωπος καὶ ἀκαμπὴς ἐντεταται· αἱ δὲ ἐς τοὐπίσω, ἢ ἐς τοὔμπρος θεν ξυνολκαὶ ξὺν τῇ τάσι καὶ τῷ χωρίῳ ἴσχουσι τὴν ἐπίκλησιν. τὴν μὲν γὰρ κατόπιν τοῦ νοσέοντος ἀνάκλισιν ὀπισθότονον καλέομεν, τῶν τῇδε πεπονθότων νεύρων. ἐμπροσθότονον δὲ, ἢν ἐς τοὔμπροσθεν καμπύλληται ὥνθρωπος ἐπὶ τοῖσι πρόσθεν νεύροισι· τόνος γὰρ νεύρων καὶ ἐντάσιος οὔνομα.
6
προφάσιες δὲ τῶνδε μυρίαι. καὶ γὰρ ἐπὶ τρώματι φιλέουσι γίγνεσθαι ὑμένος, ἢ μυῶν, ἢ νεύρων νυγέντων, εὖτε τὰ πολλὰ θνήσκουσι, ἐπὶ τρώματι γὰρ σπασμὸς θανάσιμον· Hippocrat. Aph. v. 2. σπᾶται δὲ καὶ ἐπὶ ἀμβλώμα τι ἡ γυνὴ, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνεται. καί τευ πατάξαντος μεγάλως τὸν αὐχένα μετεξέτεροι σπῶνται. καὶ ψύξις δὲ κάρτα ἰσχυρὴ γίγνεται αἰτίη. διὰ τόδε χεῖμα μὲν μάλιστα πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ σὺν τῷ μετοπώρῳ, θέρος δὲ ἥκιστα, εἰ μὴ κατάρξῃ τρῶμα ἢ νούσων ἀλλοδαπῶν ἐπιδημίη· γυναῖκες δὲ ἀνδρῶν σπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί· ἀτὰρ αἵδε περιγίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δὲ, παῖδες μὲν συνεχὲς, ἀλλʼ οὐ μᾶλλον θνήσκου σι, ὅτι ξύνηθες καὶ οἰκεῖον πάθος· νέοι δὲ τουτέων ἧσσον πάσχουσι, μᾶλλον δὲ θνήσκουσι, ἀκμάζοντες ἥκιστα· γέροντες δὲ πάντων μᾶλλον καὶ πάσχουσι καὶ θνήσκου σι. αἰτίη γὰρ ψύξις καὶ ξηρότης γήραος, καὶ θανάτου ἥδε φύσις. The common reading is θανάτου ἡ φύσις, to which Ermerins adds ἥδε, which I have substituted for ἡ, so as to produce a suitable reading with little violence to the text. ἢν δὲ ἡ ψύξις ἔῃ σὺν ὑγρῷ, ἀσινέστεροί τε καὶ ἀσφαλέστεροι εἰς κίνδυνον οἱ σπασμοί.