Book 1
6
ξύνεστι μὲν αὐτέοισι, ἀθρόον μὲν εἰρῆσθαι, ἅπασι πόνος καὶ ἔντασις τενόντων καὶ Ῥάχεος, καὶ μυῶν τῶν ἐν γνάθοισι καὶ θώρηκι, ἐρείδουσι γὰρ τὴν κάτω γένυν πρὸς τὴν ἄνω, ὡς μηδὲ μοχλοῖσιν ἢ σφηνὶ διὰ Ῥηϊδίως στῆσαι δύνασθα ι. ἢν δὲ καὶ βίῃ διαγαγὼν τοὺς ὀδόντας ἐνστάξῃ τις ὑγρὸν, οὐ καταπίνουσι, ἀλλʼ ἐκχέουσι, ἢ ἐν τῷ στόματι ἴσχουσι, ἤ ἐς τὰς Ῥῖνας ἀνακόπτεται. ὅ τε γὰρ ἰσθμὸς συνερείδεται καὶ τὰ παρίσθμια σκληρὰ καὶ ἐντεταμένα ἐόντα οὐ ξυμπίπτει εἰς τὴν ἔνθλιψιν τοῦ καταπινομένου. πρόσωπα ἐρυθρὰ, πεποικιλμένα, ὀφθαλμοὶ μικροῦ δεῖν ἀτενέες, μόλις περιδινούμενοι, πνὶξ ἰσχυρὴ, ἀναπνοὴ κακὴ, χειρῶν καὶ σκελέων τάσις, μύες παλλόμενοι, πρόσωπα ποικίλως διάστροφα, μῆλα καὶ χείλεα τρομώδεα, γένυς παλλομένη, ὀδόντων ἄραβος· ἐπʼ ἄλλῳ δʼ ἄν τινι καὶ τὰ ὦτα, ἐγὼ δὲ ἐθηεύμην καὶ ἐθωύμαζον. οὖρα ἐπισχόμε να μέχρι δυσουρίης καρτερῆς, ἢ αὐτομάτως ἐκχεόμενα θλιβομένης τῆς κύστεος. τάδε μὲν οὖν ξὺν πάσῃ ἰδέῃ σπασμῶν.
6
ἴδια δὲ ἑκάστης, τετάνου μὲν ἡ ἐς εὐθὺ ἀπότασις ὅλου ἀστραβὴς πάντη καὶ ἀκλινὴς, εὐθέα δὲ καὶ σκέλεα καὶ χεῖρες.
6
Ὀπισθότονος δὲ κατόπιν ἀγκύλλει τὸν ἄνθρωπον, ὡς τὴν κεφαλὴν ἀνακεκλασμένην μεσσηγὺ τῶν ὠμοπλατέων κέεσθαι, βρόγχος ἐξέχει, γένυς τὰ πολλὰ διΐσταται, σπάνιον δὲ εὖτε ξυνερεί δει τῇ ἄνω, Ῥωχμὸς ἡ ἀναπνοὴ, προπετέες κοιλίην καὶ θώρηκα. οὖρον τουτέοισι μᾶλλον ἀκρατές. ἐπιγάστριον ἐπιτεταμένον καὶ, εἰ ἐπικρούοις, ἐνηχοῦν· χεῖρες ἐν ἐκτάσι κατόπιν κεκλασμέναι, σκέλεα ξυγκεκαμμένα· ἐναντίως γὰρ ἰγνύῃ κατόπιν The common reading, κακόν τι, is obviously at fault. The present reading is adopted by Ermerins, only using ἰγνύῃ in place of ἰγνύη. Still there is something unsatisfactory in the text. Ἰγνὺς and ἰγνύη are applied, in strictness, to the back part of the thigh at its lower extremity. κάμπτεται.