Book 1
6
ἢν δὲ ἐς τὸ ἔμπροσθεν ἕλκωνται, κυρτοὶ μὲν τὰ νῶτα, ἐπʼ ἶσον τοῖσι μεταφρένοισι τῶν ἰσχίων ἐξωθευμένων· ῥάχις ὅλη ἐς εὐθύ· Ermerins adopts this reading, partly on the suggestions of Petit, and partly from the margin of Henisch. It is also the reading of the Askew ms. The common reading is ἕλκει. Neither the one nor the other is quite satisfactory. κορυφὴ πρηνὴς, κεφαλὴ ἐς θώρηκα συννενευκυῖα, γένυς ἐπὶ τοῖσι στέρνοισι πεπηγυῖα, χεῖρες συνηρεισμέναι, σκέλεα ἐκτεταμένα. πόνοι καρτεροὶ, φωνὴ ἁπάντων κλαυθμώδης· στενάζουσι δὲ μύζοντες βύθιον. ἢν μὲν οὖν τοῦ θώρηκος καὶ τῆς ἀναπνοῆς λάβηται τὸ κακὸν, Ῥηϊδίως τοῦ ζῆν ἀπήγαγε· ἀγαθὸν μὲν τῷ νοσέοντι ἐς πόνων καὶ διαστροφῆς καὶ αἰσχύνης ἀπαλλαγὴ ν, ἀλυπότερον δὲ καὶ τοῖσι παρεοῦσι, κἢν υἱὸς, ἢ πατὴρ ἔῃ. ἢν δὲ ἐς τὸ ζῆν ἔτι διαρκέῃ, τῆς ἀναπνοῆς, εἰ καὶ κακῆς, συντελουμένης δʼ οὖν, ἐς τὸ πρόσθεν οὐ τοξοῦνται μόνον, ἀλλὰ καὶ σφαιροῦνται, ὡς τὴν κεφαλὴν ἐπὶ τοῖσι γούνασι ἔχειν, καὶ τὰ σκέλεα καὶ τὰ νῶτα ἐς τὸ πρόσθεν κεκλάσθαι, ὡς δοκέειν ἐς ἰγνύην κατὰ γόνυ τὸ ἄρθρον ἐξῶσθαι.
6
Ἐξάνθρωπος ἡ συμφορὴ, καὶ ἀτερπὴς μὲν ἡ ὄψις, ὀδυνηρὴ δὲ καὶ τῷ ὀρέοντι θέη· ἀνήκεστον δὲ τὸ δεινόν· ἀγνωσία δὲ ὑπὸ διαστροφῆς καὶ τοῖς φιλτάτοις ἀνθρώποις· εὐχὴ δὲ τοῖσι παρεοῦσι ἡ πρόσθεν οὐχ ὁσίη, νῦν ἀγαθὴ γίγνετα ι, ἀπελθέμεναι τοῦ βίου τὸν κάμνοντα, ἐς ἀπαλλαγὴν ξὺν τῷ ζῆν καὶ τῶν πόνων καὶ τῶν ἀτερπέων κακῶν. ἀτὰρ οὐδὲ ἰητρὸς παρεὼν καὶ ὁρέων, οὔτε ἐς ζωὴν, οὔτε ἐς ἀπονίην, ἀτὰρ οὔτε ἐς μορφὴν ἔτι ἐπαρκέει. εἰ γὰρ καὶ ἐπευθῦναι ἐθέλοι τὰ μέλη, ζῶντα ἄν διατμήξαι καὶ κατάξαι τὸν ἄνθρωπον. τοῖσι οὖν κεκρατη μέν οισι οὐκέτι ἐγχειρέ ων ξυνάχθε ται μοῦνον. ἥδε ἐστὶ τοῦ ἰητροῦ μεγάλη ξυμφορή.
Κεφ. ζ. περὶ Συνάγχη ς.
7
Ἡ συνάγχη κάτοξυ μέντοι πάθος· ἀναπνοῆς γὰρ ἡ πίεσις. δύο δὲ τὰ εἴδεα· ἢ γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστι φλεγμον ὴ, ἢ μούνου τοῦ πνεύματος πάθος, ἐφʼ ὡυτέου την αἰτίην ἴσχοντος.