Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Book 1

7 ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ παρισθμίων, φαρυγγέθρου, παντὸς τοῦ στόματος. γλῶσσα προπετὴς ὑπὲρ τοὺς ὀδόντας καὶ τὰ χείλεα· σιελοχόοι, φλέγμα παχύτατον, ἀπορρέον καὶ ψυχρόν· ἐρυθροὶ τὰ πρόσωπα, καὶ ἐπηρμένοι, ὀφθαλμοὶ ἐξίσχοντες , ἀναπετέες, ἐξέρυθροι· τὸ ποτὸν ἐς τὰς Ῥῖνας ἀνακόπτεται· πόνοι καρτεροὶ, ἀλλὰ καὶ ὑπὸ τῆς πνιγὸς συνδιωκόμενοι ἀμαυροῦνται. θώρηξ καὶ καρδίη φλέγεται· ποθὴ ψυχροῦ ἠέρος· εἰσπνέουσι δὲ μικρὸν πάνυ, ἔς τε καὶ ἀπεπνίχθησαν, ἐμφραγείσης τῆς ἐς τὸν θώρηκα διόδου. ἐνίοισι δὲ ἐς πνεύμονα ἡ ξύνδοσις Ῥηϊδίως· οἱ δὲ μεταστάσι θνήσκουσι· πυρετοὶ νωθροὶ, μαλακοὶ, οὐδὲν ὠφελέοντες. εἰ δέ τῳ ἐς ἀγαθὸν τρέποιτο, ἀποστάσιες γίγνονται ἔνθα καὶ ἔνθα παρʼ οὖς ἔξω, ἢ ἔνδον ἐς τὰ παρίσθμια· κἢν μὲν ξὺν νάρκῃ, μὴ κάρτα βραδέως, περιγίγνονται μὲν, ξὺν πόνῳ δὲ καὶ κινδύνῳ· ἢν δὲ τρεπομένων ἐς ἀπόστασιν ὄγκος μέζων ὑπογίγνηται, ἐς κορυφὴν τῆς ἀποστάσιος ἀνισταμένης, ἀθρόον πνίγονται. τάδε μὲν τὰ κυνάγχης εἴδεα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme