Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Book 2

Κεφ. α. περὶ Πνευμονίης.

1 δυοῖσι τοῖσι πρώτοισι, τροφῇ καὶ πνεύματι, τὰ ζῷα ζῆ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἡ ἀναπνοή. ἢν γὰρ ἐπίσχῃ τις ὠυτὴν, οὐκ εἰς μακρὰν διαρκέσει, ἀλλʼ αὐτίκα θνήσκει ὥνθρωπος. ὄργανα δὲ μυρία, ἀρχὴ μὲν Ῥῖνες, ὁδὸς ἀρτηριη, χώρη δὲ πνεύμων, θώρηξ δὲ πνεύμονος ἔρυμα καὶ δοχή· ἀλλὰ τἄλλα μὲν ὅκως ὄργανα μοῦνον διακονέεται τῷ ζῴῳ· πνεύμων δὲ καὶ τὴν αἰτίην ἴσχει τῆς ὁλκῆς. ἐνίζει γὰρ αὐτέου μέσον σπλάγχον θερμὸν ἡ καρδία, ζωῆς καὶ ἀναπνοῆς ἀρχή. ἥδε καὶ τῷ πνεύμονι τῆς ὁλκῆς τοῦ ψυχροῦ ἠέρος τὴν ποθὴν ἐνδιδοῖ· ἐκφλέγει γὰρ αὐτὸν, ἕλκει δὲ καρδίη. πρῶτον τοιγαροῦν ἢν μὲν ἡ καρδίη πάθῃ, οὐκ εἰς μακρὸν τοῦ θανάτου ἡ ἐμβολή.
1 ἢν δὲ πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ, δύσπνοια· ζώει κακῶς, θάνατος μήκιστος, ἢν μή τις ἀκέηται· ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον ἡ φλεγμον ὴ, πνιγμὸς, ἀφωνίη, ἄπνοια, ὄλεθρος αὐτίκα· ἥδε ἐστὶν ἥν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος, ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστιν αὐτέοισι βάρος τοῦ θώρηκος, ἀπονίη, ἢν μοῦνος φλεγμήνῃ ὁ πνεύμων, ἄπονος γὰρ ἡ φύσις αὐτέου· μανὸς μὲν γὰρ τὴν οὐσίην, εἰρίοισιν ἴκελος. ἀρτηρίαι δὲ διελήλανται τρηχεῖαι, χονδρώδεες , καὶ αἵδε ἄπονοι· μύες δὲ οὐδαμῆ, σμικρὰ δὲ νεῦρα, λεπτὰ, ἐς κίνησιν ἐπίκαιρα. ἥδε τῆς ἀπονίης αὐτὴ ἡ αἰτίη. ἢν δὲ καί τις τῶν ἀμφʼ αὐτὸν ὑμένων ἐπιφλεγμήνῃ, οἷσι πρὸς τὸν θώρηκα προσέρχεται, ξύνεστι καὶ πόνος, ἀναπνοὴ κακὴ, θερμὴ, ἀνακαθίγνυσθαι ἐθέλουσι σχῆμα ὄρθιον ἐς ἀναπνοήν. τόδε γὰρ Ῥήϊστον τῶν σχημάτων. ἐρυθροὶ τὰ πρόσωπα· ἐπὶ δὲ μᾶλλον τὰ μῆλα· τὰ λευκὰ τῶν ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα. Ῥὶς ἄκρη σιμὴ, φλέβες ἐν κροτάφοισιν ἢ καὶ τραχήλῳ διηρμέναι, ἀποσιτίη, σφυγμοὶ τὰ πρῶτα μεγάλοι, κενοὶ, πυκνότατοι , ὁκοῖόν τι συνεληλαμένοι· θερμασίη ἡ μὲν ἐς τὸ ἔξω ἀμυδρὴ, ὑγροτέρη· ἡ δὲ ἐς τὸ ἔνδον ξηρὴ, θερμοτάτη· ἐφʼ ᾗ ἀναπνοὴ θερμὴ, δίψος, γλώσσης ξηρότης, ἐπιθυμίη ψυχροῦ ἠέρος, γνώμης ἀπορίη, βὴξ ξηρὰ τὰ πολλά. ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδες, ἢ ὑπόχολον κατακορὲς, ἢ δίαιμον ἀνθηρὸν σφόδρα· τόδε ἔστι τὸ δίαιμον τῶν ἄλλων κάκιον.
1 / 29 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme