Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Book 2

4 αἱ γὰρ τῶν πρηγμάτων ἐς τὸ ἔσχατον ἐπιτάσιες εἰς τὴν ἐναντίην μεταβάλλουσι ἰδέην. ἐπὴν οὖν λυθῇ τῆς φύσιος τὰ δεσμὰ, τόδε ἐστὶ ἡ συγκοπὴ, τότε ἱδρὼς ἄσχετος πάντη τοῦ σώματος, ἀναπνοὴ ψυχρὴ, ἀτμὸς ἀνὰ Ῥῖνας πουλὺς, ἄδιψοι, ἐξήρανται γὰρ τά τʼ ἄλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, στόμα, στόμαχος·Ermerins transposes all this clause, ἐξήρανται. . . . . . στόμαχος, to the beginning of the chapter, after δέρματος. I find difficulty in reconciling myself to this change; indeed, in either place, the meaning of these words is not clear. οὖρα λεπτὰ, ὑδατώδεα· κοιλίη τὰ πολλὰ μὲν ξηρὴ, ἔστι δὲ καὶ οἷσι ὑποφέρει βραχέα χολώδεα, πουλὺς πλάδος, διαρρέει δὲ καὶ τὰ ὀστέα λυόμενα· καὶ ἀπὸ πάντων ὡς ἐν ποταμῷ ἐς τὰ ἔξω ἡ φορή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme