Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Book 2

6 ἢν δὲ καὶ θνήσκειν μέλλωσι, ἱδρὼς ψυχρὸς, δυσουρίη, ἕδρη ἀπολελημμένη, ὡς μηδὲ ἰσχνὸν ἔλασμα διελάσαι· κόπρων ἔμετοι, ὥνθρωποι ἄφωνοι, σφυγμοὶ πρόσθεν μὲν ἀραιοὶ, σμικροί· πρὸ θανάτου δὲ σμικρότατοι, καὶ πυκνότατοι καὶ ἐκλείποντες. τάδε μὲν οὖν τοῖσι λεπτοῖσι ἐντέροισι ξυμπίπτει.
6 ἀτὰρ καὶ κώλῳ τὰ αὐτὰ πάθεα γίγνεται, καὶ τὰ ξυνόντα ὅμοια, καὶ ἡ αὐτὴ συμφορή. τουτέων δὲ μετεξέτεροι διαδιδράσκ ουσί κοτε, ἢν πῦον ἐγγένηται τῷ κώλῳ. αἰτίη δὲ τὸ βάθος τὸ σαρκοειδὲς τοῦ ἐντέρου. πόνος δὲ ἰσχνὸς μὲν, ἠδὲ ὀξὺς ἐπὶ τοῖσι λεπτοῖσι ἐντέροισι, πλάτος δὲ καὶ βάρος ἴσχων ἐπὶ τῷ κώλῳ.Ermerins deserves great credit for his ingenious emendation of this passage. The common reading is πλάδος and ἴσχον, from which no suitable meaning can be drawn. In the Askew ms. we read ἰσχνὸν and κώλω. In it, by the way, the iota subscriptum is generally wanting. διαΐσσει δὲ ὁ πόνος, ἄλλοτε μὲν ἐπὶ τῇσι πλευρῇσι, εὖτε φαντασί η ἐγγίγνεται πλευρίτιδος· καὶ γὰρ καὶ πυρεταίνουσι οἵδε· ἄλλοτε δὲ ὑπὸ τῇσι νοθῇσι ἐνθάδε καὶ ἔνθα, ὡς δοκέειν τὴν ὀδύνην ἥπατος ἢ σπληνὸς ἔμμεναι· αὖθίς κοτε ἐν τοῖσι κενεῶσι, πολλὸν γὰρ τὸ κῶλον καὶ πάντη ἕλικας ποιεύμενον· μετεξετέροισι δὲ καὶ ἐς τὸ ἱερὸν ὀστέον ἐρείδει, καὶ ἐς μηροὺς, καὶ διδύμων κρεμαστῆρας. ἐπὶ δὲ τοῖσι κωλικοῖσι ἔμετοι πλεῦνες κενοὶ, τὰ δὲ ἐμεύμενα λεπτὰ, χολώδεα, ἐλαιοει δέα. ἔστι δὲ ὁ ἐντεῦθεν κίνδυνος τοσόνδε ἀσινέστερος, ὁκόσον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων σαρκοει δέστερον καὶ παχύτερον καὶ ἀνεξικα κώτερον.

Κεφ. ζ. περὶ τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme