Book 2
7
τῶν ἀπὸ καρδίης οἱ ἀπὸ ἥπατος οὐκ ὠκύτερον μὲν, ἐπιπονώτερον δὲ θνήσκουσι. ἔστι γὰρ αἵματος πάγος τὸ πλεῖστον ἧπαρ· ἢν δὲ ἐν τῇσι πύλῃσι αὐτέου ξυμπέσῃ τις θανάτου αἰτίη, οὐ μεῖον ὀξέως ἢ οἱ ἀπὸ καρδίης θνήσκουσι. ὑμέσι γὰρ, καὶ τόνοισι ἐπικαίροισι καὶ λεπτοῖσι, καὶ φλεψὶ μεγάλῃσι ἐξύφανται τάδε τὰ μέρεα. ὡς δὲ καὶ τῶν σοφῶν ἀφηγέον ταί τινες, καὶ ψυχῆς ἐπιθυμίη τῇδε ἐγκάθηται. αἱμορραγίῃ μὲν γὰρ ὑπερίσχει πάντα πολλόν· Ῥίζωσις γὰρ φλεβῶν ἧπαρ.Hippocrat. de Aliment. γίγνεται ὦν ἐν αὐτέῳ μεγάλη μὲν φλεγμονὴ, οὐ κάρτα ξυνεχέως, οὐδὲ ἐν τοῖσιν ἐς τὰ ἐπίκαιρα χωρία.I have followed Ermerins in substituting ὦν for ὧν, and τοῖσιν for τισίν. Still neither the reading nor the punctuation is satisfactory. φθάνει γὰρ ἐξελθὼν τοῦ ζῆν ὥνθρωπος. σμικροτέρη δὲ θαμινά· τοὔνεκεν διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, μακρότερα δὲ νοσέουσι. ἔργου γὰρ αὐτέου τοῦ κατὰ τὴν ἐξαιμάτωσιν οὐκ ἔστιν ἀνάπαυλα, οὐδὲ ἀμβολή· ἐπὶ δὲ τὴν καρδίην καὶ τὰ νέρθεν τοῦ διαφράγματος ἐντεῦθεν γὰρ τοῦ αἵματος ἀφέσιες.