Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Book 2

11 γίγνεται δὲ καὶ ἄλλο πάθος αὐτέῃσι ἴκελον τῇδε ξυμμορφῇ, ξὺν πνιγὶ καὶ ἀφωνίῃ, ἀλλʼ οὐκ ἀπὸ ὑστέρης. καὶ γὰρ τόδε καὶ ἀνδράσι γίγνεται κατοχώδεα τρόπον. ἀλλὰ τῇσι μὲν ἀπὸ ὑστέρης κακώδεες ἐπαρήγουσι ὀδμαὶ, καὶ εὐωδέων πρὸς τὰ γυναικήϊα ὑποθέσιες· τῇσι δὲ ἑτέρῃσι τάδε οὐδὲν ἐπαρήγει· καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑστέρης, ἀπὸ δὲ τοῦ ἑτέρου πάθεος ἥκιστα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι, As suggested by Wigan and Ermerins, there appears evidently to be a lacuna in the text here. None, however, occurs in any of our British mss. ἀλλʼ ἐξ ὑποθέσιος ἀμβλωθριδίου. ψύξιες καρτεραὶ τῆς ὑστέρης, αἱμορραγίης ἀθρόης ἐπίσχεσις καὶ ὁκόσα τοιάδε.
11 ἢν οὖν ἄρξηται πάσχειν κινευμέ νης ἄνω τῆς ὑστέρης, ὄκνος ἔργων πρήξιος, ἔκλυσις, ἀτονίη, γουνάτων ἀκρασίη, σκοτόδινος , καὶ τὰ γυῖα λύονται, κεφαλῆς πόνος, καρηβαρίη. τὰς φλέβας τὰς ἑκατέρωθεν τῆς Ῥινὸς ἀλγέει ἡ γυνή.
11 ἢν δὲ καταπέσωσι, καρδιώσσουσι, ἐν τοῖσι ὑποχονδρίοισι, λαγόνες κεναὶ, ἔνθα ἡ ἕδρη τῆς ὑστέρης, σφυγμοὶ διαλείποντες, ἄτακτοι, ἐκλείποντες, πνὶξ καρτερὴ, ἀφωνίη, ἀναισθησίη , ἡ ἀναπνοὴ ἄσημος, ἀσαφὴς, ὤκιστος καὶ ἄπιστος ὁ θάνατος. οὐδὲν γὰρ ἴσχουσι νεκρῶδες· ἐς χροιὴν ζωώδεες. ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ θανάτου· ὀφθαλμοὶ μικρόντι ἐξίσχοντες, λαμπροὶ , οὐ κάρτα μὲν ἀτενέες, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme