Book 2
2
οἱ δὲ τρόποι τρεῖς ἔασι· ἢ γὰρ ἀπὸ Ῥήξιος ἀγγείου, ἢ διαβρώσιος , ἢ ἀραιώσιος ἀνάγεται. ῥήγνυται μὲν οὖν ἐξαπιναίως, ἢ πληγῇ, ἢ ἐντάσι ἄχθεος, ἢ ἀνωθήσει, The common reading is ἀναθέσει. Ermerins reads ἢ ἐντάσι ἄχθεος ἀναθέσει, a very equivocal emendation. My conjectural reading, I feel confident, will be admitted to be the true one by any impartial critic. ἢ ἀπὸ ὕψους ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίᾳ λάβρως τὸ αἷμα ἐκχέεται· ἢν δὲ ἀπὸ βρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, ἢ δύσπνους γέγονε, ἢ ναυτίη, ἢ ἔμετος ἦγχε πάρος. ἐκ γὰρ τοιῶνδε πολυχρονίων διεσθίεται τὰ ἀγγεῖα Ῥεύματι ξυνεχέϊ καὶ πολλῷ καὶ δριμέϊ. ἐπὴν οὖν πολλὸν ξυντακέντα καὶ λεπτυνθέντα ἐς τέλος ἀπαναλωθῇ τὰ ἀμπέχοντα ὑμένια, τὸ αἷμα ἐκχέει· ἡ δὲ ἐξ ἀραιώσι ος ἀρραγὴς μὲν, διὰ τόδε οὔτε πολλὴ, οὔτε ἀθρόη, οὔτε παχέος αἵματος· ἀραιώσι δὲ τῶν ἀγγείων τὸ λεπτὸν ἀποτιθέεται· ἢν δὲ πολλὸν αὐλισθὲν ἐν κοίλῃ χώρῃ αὖθις ἀνάγηται, παχύτερον μὲν ἑωυτοῦ γίγνεται, οὐ μὴν παχὺ κάρτα, οὐδὲ μέλαν, ὁκοῖον αἱμάλωψ· πλεῖον δὲ τῷ πλήθεϊ, ὡς ἀπὸ ἀθροίσιος, εὐθὺς ἀναφέροιτο. τόδε τὸ εἶδος τῆς ἀγωγῆς, γυναιξὶ ὡς ἐπίπαν οὐ καθαιρομένῃσι τάδε ἐπιμήνια γίγνεται, καὶ ἐν τῇσι αὐτῇσι περιόδοισι τῆς καθάρσιος ἐπιφαίνεται, καὶ ἐπὶ τῇσι προθεσμίῃσι τῆς ἀποπαύσιος ἴσχεται· κἢν μὴ ἰηθῇ ἡ γυνὴ, ἐς πολλὰς περιόδους ἀντιπεριεῖσι ἡ ἀναγωγή· μετεξετέρῃσι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ.
2
διαφορὴ τῆς ἀναγωγῆς, καὶ εἰ ἐξ ἀρτηρίης, ἢ φλεβὸς ἀνάγοιτο. μέλαν μὲν γὰρ καὶ παχὺ καὶ Ῥηϊδίως πηγνύμενον, ἢν ἀπὸ φλεβὸς, καὶ ἧσσον ἐς κίνδυνον Ῥέπει, καὶ ἐπίσχεται θᾶσσον. ἢν δὲ ἀπʼ ἀρτηρίης, ξανθὸν καὶ λεπτὸν, καὶ οὐ μάλα πήγνυται, καὶ ὁ κίνδυνος ὠκύτερος, καὶ ἡ ἐπίσχεσις οὐ μάλα Ῥηϊδίη. αἱ γὰρ διασφύξιες τῆς ἀρτηρίης αἱμορραγίης πρόκλησιν ποιέονται, καὶ τὸ τρῶμα οὐ συμφύει τῇ πολυκινησίῃ.