Book 2
2
ἀπὸ δὲ κοιλίης ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίης ᾖ· ἢν δὲ ἀπὸφλεβὸς, πολλόν τι μελάντερον , πολλὸν δὲ καὶ παγετώτερον· ναυτίη πολλὴ καὶ ἔμετος φλεγμάτων καὶ χολωδέων, τοῖσι σιτίοισι συμμιγνύμενον τὸ αἷμα, ἢν προβεβρώκῃ ὥνθρωπος· ἐν γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω ἅμα ἀλίζεται καὶ ἡ τροφὴ καὶ τὸ αἷμα. ἐξερεύξιες πολλαὶ, βρωμώδεες· κἢν μὲν πολλὴ ξυλλεγῇ, ἀπορίη, σκοτόδινος· ἢν δὲ ἐμεθῇ τάδε, Ῥηΐζουσι. ἔκλυτοι, καυσώδεες τὸ σύμπαν, πόνος ξυνεχὴς τῆς κοιλίης.
2
ἀπὸ δὲ τῆς τρηχείης ἀρτηρίης μικρὸν καὶ σφόδρα ξανθὸν τὸ αἷμα καὶ ξὺν βηχὶ ἀνάγουσι· κἢν μὴ ἀνάγωσι δὲ, διηνεκέως βήσσους ι· αἴσθησις δὲ καὶ πόνου, ἔνθα ὁ βρόγχος, ἢ μικρόν τι νέρθεν ἢ ὕπερθεν· φωνὴν βραγχώδεες , ἀσαφέες·
2
ἢν δὲ ἀπὸ πνεύμονος ᾖ, ἀθρόως ἡ ἀναγωγὴ, ἐπὶ δὲ μᾶλλον, εἰ ἐκ διαβρώσιος , ξὺν βηχὶ πολλῇ ξανθὸν κατακορέως , ἀφρῶδες, στρογγύλον , ὡς ἄλλην ἀπʼ ἄλλης ἀναγωγὴν διακεκρίσθαι· ἀλλὰ καὶ ἡ ἐν ξυνῷ ἀγγείῳ φορὴτῶν τοῦ θώρηκος ἀναγομένων ἄλλη· καὶ διαστήσαις ἂν τὰ ξυμμεμιγμένα ἐκ παραθέσιος, ὡς ὄντα μέρεα θώρηκος· τὴς τὰ δὲ ἰδέην σαρκοει δέα δοκοίης ἂν πλεύμονος ἔμμεναι μέρεα. θώρηκος βάρος, ἀπονίη, ἐρύθημα προσώπου πολλόν τι μᾶλλον τουτέοισι.
2
ἢν δὲ ἀπὸ θώρηκος ἐπανίῃ, ἐς τὸ πρόσθεν κατὰ τὸ στέρνον πόνος διασημαίνει τοῦ ἐρρωγότος μέρεος. βὴξ σύντονος καὶ μόλις ἀνάγουσα. τὸ δὲ αἷμα ξανθὸν οὐ κάρτα, μέσως παχὺ, ἄναφρον. ἢν δὲ καὶ πνεύμων ἐκ τῆς παρόδου ξυμπαθήσῃ, προσδιδοῖ τοῦ ἀφρώδεος· ὁδὸς γὰρ θώρηκος ἐς ἀρτηρίην πνεύμων.
2
ἢν δὲ ἀπὸ πλευρῆς, ξὺν βηχὶ μὲν, μέλαν δὲ καὶ λεῖον, κάκοδμον, βρωμῶδες, ὁκοῖον τῆς σηπεδόνος, πόνος τῆς πλευρῆς ὀξύς. πολλοὶ γοῦν θνήσκουσι πλευριτικὸν τρόπον ξὺν πυρετῷ.
2
ὥρη δὲ φέρει ὑγρὴ καὶ θερμή. τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἔαρ. δεύτερον τὸ θέρος· μετόπωρον ἧσσον, χειμὼν δὲ ἥκιστα· θνήσκουσι δὲ θέρους μὲν μάλιστα αἱμορραγίῃ· φλεγμοναὶ γὰρ οὐ κάρτα μεγάλαι γίγνονται τότε· ἔαρος δεύτερον, φλεγμον ῇ καὶ πυρετοῖσι καυσώδεσι. φθινοπώρῳ δὲ ὡς ἐπίπαν Ῥηϊδίως φθόαι γίγνονται.