Book 1
7
εἴδεα δὲ παραπληκτικὰ τάδε. ἄλλοτε μὲν ἐς ἔκτασιν λέλυται τὰ μέλεα, οὐδὲ παλινδρομέει ἐς κάμψιν, εὖτε μήκιστα κῶλα φαίνεται· ἄλλοτε δὲ κυλλὰ γίγνεται, οὐδὲ ἐς μῆκος ἀποτείνεται· εἰ δὲ ἐκτανύσαι βιᾶται, ὅκως ξύλα ἐς κανόναThe common reading is ἱκανὰ, which appears to have no meaning. The emendation is due to Ermerins. I have adopted it; although I must be permitted to say, it is far from satisfactory. The translation given by Ermerins is: quasi ligna ad regulam dolaret; but it does not seem at all appropriate to the passage. καταξέω ν, τὰ μέλεα βραχύτερα ἑωυτέων γίγνεται· τάδε πάσχει ἄμφω τὰ εἴδεα, καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖσι παρθένος. καὶ γὰρ ἐκχέεται πολλὸν ἐς μέγεθος, εὖτε πλατυκορίην ὀνομάζομεν. ἀτὰρ ἠδὲ ξυνάγεται ἐς σμικρὸν ἡ κούρη, εὖτε φθίσιν ἣν ἠδὲ μυδρίησιν ἐγὼ κικλήσκω. ἀλλὰ καὶ κύστις παρίεται ἐπὶ τοῖσι ἰδίοισι ἔργοισι. ἢ γὰρ εἰς ἔκτασιν λύεται, ἢ ἀκρατὶ τὰ οὖρα ἐκχέει, ἢ ξυνειλέεται ἐς ἑωυτέην, εὖτε, ὅταν πλησθῇ οὔρου, οὐ διΐησιν.
7
αἰτίαι δὲ παρέσιος μὲν ἕξ· ἄρχονται δὲ τρώματι, πληγῇ, ψύξι, ἀπεψίῃ, λαγνείῃ, οἰνοφλυγίῃ· ἀτὰρ καὶ ψυχῆς ἀκρατέα πάθεα, ἐκπλήξιες, φόβοι, δυσθυμίαι· ἀτὰρ καὶ παιδίοισι δείματα. παρέλυσέ κοτε καὶ χάρμα ἀδόκητον καὶ μέγα, καὶ γέλως ἄσβεστος μέχρι θανάτου. ἀλλὰ τάδε μὲν ἀρχὴ πρώτη· ὑστάτη δὲ καὶ καιρίη, ψύξις ἐμφύτου θερμοῦ· ἐπὶ ὑγρότητι ἢ ξηρότητι πάσχει ἥδε, καὶ δυσαλθὴς τῆς ἑτέρης μᾶλλον· ἀτὰρ καὶ ἐπὶ τρώματι καὶ διακοπῇ νεύρου ἀναλθής· ἡλικίη, γέροντες, καὶ οἵδε δυσαλθέες· παιδίοισι δὲ εὐανάκλητοι· ὥρη, χειμὼν, ἔαρ δεύτερον, ἔπειτα μετόπωρον, θέρος ἥκιστα· ἕξεις, οἱ παχέες κατὰ φύσιν, ὑγροὶ, ἀργοὶ, ζωώδεες.
7
Τελεσθέντα μὲν οὖν τὰ πάθεα ἔκδηλα ἀκινησίῃ καὶ ἀναισθησίῃ θερμοῦ τε καὶ ψυχροῦ, ἀτὰρ καὶ τιλμῶν καὶ κνησμῶν καὶ ψαυσίων. σπάνιον εὖτε τοῖσι τὰ πέρατα ἀλγέει, ἀλλὰ ἐς ἀνάκλησιν οὐ κακίων ἡ ἀπονίη. γίγνεται μὲν οὖν ἐξαπίνης· ἢν δέ κοτε καὶ ἀρχὰς ἴσχῃ ἐπιμήκεας, βάρος, δυσκινησίη , νάρκη· ψύξιος αἴσθησις, ἄλλοτε θάλπεος ὑπερβολὴ, ὕπνοι σμικροὶ, φαντασίαι μέζονες, εὖτε ἀθρόον παρελύθησαν.