Book 1
8
γηραιοὶ μὲν οὐ ξυνεχέες πάσχειν·The change of οὖν into οὐ, as made by Ermerins, is indispensable. διαδιδρήσκουσι δὲ ἥκιστα· νέοι δὲ μέχρι ἀκμῆς ἀπὸ αἵματος ἀναγωγῆς φθινώδεες γίγνονται, καὶ ὑγιάζον ται μὲν, οὐ Ῥηϊδίως δέ· παιδία ξυνεχῶς τῇ βηχὶ μέχρι φθόης κοτὲ Ῥηϊδίως ὑγιάζεται· ἕξιες δὲ Ῥαδινοὶ, σανιδώδεες , πτερυγώδεες, ἐξεχέβρογχοι, λευκοὶ, ἀραιότεροι τὸν θώρηκα· χῶραι δὲ ψυχραὶ καὶ ὑγραὶ, ὁκόσαι τῷ εἴδεϊ τοῦ πάθεος ἀδελφαί.
Κεφ. θʼ. περὶ Ἐμπυϊκῶν.
9
οἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνωAlthough not inclined to adopt unauthorised emendations, I must say that I think this reading, on the authority of Ermerins, is a great improvement on the common reading, τοῦ ἀνθρώπου. In the mss. of Aretaeus, it is quite common to find ἀνθρώπου written ἄνω, by contraction. κατʼ ἴξιν τοῦ θώρηκος ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται· ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται· καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν πλευρῷ, ἢ στέρνῳ, ἢ κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ Ῥάχιν, ἤ πη τοῦ θώρηκος ἄλλῃ, — ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖσι σπλάγχνοισι, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστις· ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη· ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι· καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον· πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος.
9
αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων πληγὴ, ἀπεψίη, ψύξις, ἠδὲ ὁκοῖα τοιάδε. τοῖσι δὲ ἐν θώρηκι, βὴξ χρονίη, καὶ πλευρῖτις, καὶ περιπνευμονίη, καὶ Ῥεῦμα χρόνιον· ἀτὰρ ἠδὲ ὀξείας νούσου ἐς ἕν τι τουτέων ἀπόσκηψις.