Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

2 τοῖσι δὲ καὶ τὰ δεξιὰ μοῦνον, ἢ τὰ λαιὰ μοῦνον, ἐς ὅσον ὁρίζων κρόταφος, ἢ ὦς, ἢ καὶ ὀφρὺς μία, ἢ ὀφθαλμὸς εἷς, ἢ Ῥὶς μέσφι μέσου ἐς ἶσα τέμνει, ἐπέκεινα δὲ τὸ ἄλγημα οὐ περῇ ἀλλʼ ἐν ἡμίσεϊ μίμνει τῷ τῆς κεφαλῆς χωρίῳ.The changes in the text here introduced by Ermerins, are absolutely demanded by the confused state of matters as they stand in the MSS. ἑτεροκρανίη τόδε μοῦνον καλέεται· οὐκ εὔηθες κακὸν, κἢν διαλείπῃ, κἢν σμικρὸν ἔμμεναι δοκέῃ· ἢν γὰρ ἐμπέσῃ κοτὲ ὀξέως, αἰσχρὰ καὶ δεινὰ πρήσσει· σπασμὸς καὶ διαστροφὴ τοῦ προσώπου γίγνεται· ὀφθαλμοὶ ἢ ἀτενέες κέρασι ἴκελοι πεπήγασι, ἢ τῇδε κἀκεῖσε σπασμώδε ες ἔνδον εἱλῶνται· σκοτόδινος· ὀφθαλμῶν ὑποβρύχιος πόνος ἄχρι μηνίγγων. ἱδρὼς ἄσχετος, τενόντων ἐξαπίνης ἄλγος,The common reading is ἱδρὼς ἄσχετος τενόντων ἐξαπίνης ἄλογος, which Ermerins alters to ἱδρὼς ἄσχετος· τενόντων πόνος ἐξαπίνης, ἄλογος; but the obvious objection to this emendation is, that it does not account for the omission of πόνος in the common text. On my own authority, I altered the passage as above; but I find that I had been anticipated by Wigan in so far. ὡσπερεί τινος πατάξαντος ξύλῳ· ναυτίη, ἔμετος χολωδέων, κατάπτωσις τοῦ ἀνθρώπου· ἢν δʼ ἐπιτείνῃ κοτὲ τὸ πάθος, ὥνθρωπος ἐτελεύτησε. ἢν δὲ σμικρότερονᾖ, καὶ ἐς ὄλεθρονἀσινὲς, χρονίζει, ὄκνος πουλὺς, καρηβαρίη, ἀπορίη, ζωὴ δύσφορος. καὶ γάρ πως φεύγουσι τὴν αὐγήν· σκότος δὲ πρηο̈́νει τουτέοισι τὴν νοῦσον· οὐ δὲ ἐσιδεῖν τι ἢ ἀκοῦσαι τερπνὸν εὔφοροι· κάκοδμοι τὴν ὄσφρησιν, καὶ οὔτε τι εὐῶδες αὐτέους τέρπει, ἐκτρέπονται δὲ καὶ τὰ κακώδεα· ἄχθονται τῷ βίῳ, θανατῶσι ὥνθρωποι.
2 αἰτίη δὲ τουτέων ξὺν ξηρότητι ψύξις· ἢν δὲ δηθύνῃ καὶ ἐς μέζον ἕρπῃ ἐπὶ τοῖσι πόνοισι, τὸ πάθος σκότωμα γίγνεται.

Κεφ. γ′. περὶ Σκοτωματικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme